Digital Corpus for Graeco-Arabic Studies

Galen: De Theriaca ad Pisonem (On Theriac to Piso)

Kühn 1827

ἱέραξ ἑψηθεὶς μετὰ μύρου σουσίνου ἀμβλυωπίας ἰᾶται. καὶ ὁ κάνθαρος δὲ θεραπεύει τὰς ὠταλγίας ἀποζεσθεὶς ἐλαίῳ καὶ ἐνσταζόμενος εἰς τὸ οὖς. ὁ δὲ κορυδαλὸς ὀπτὸς τρωγόμενος θαυμασίως τοὺς κωλικοὺς πολλάκις ὠφέλησε, καὶ ἴνα μᾶλλον τὴν ἐν τοῖς σώμασιν αὐτῶν δύναμιν θαυμάσῃς, ἐκεῖνό σοι φιλοτιμότερον διηγήσομαι. πολλὰ γὰρ καὶ ὁραθέντα μόνον τὴν ἑαυτῶν ἰσχὺν ἐπιδείκνυνται. ὁ οὖν ἀσκαλαβώτης ὁραθεὶς ὑπὸ τῶν σκορπίων ὑποπήγνυσιν αὐτοὺς, καὶ οὕτως ἀναιρεῖ. ἡ δὲ ἀμφίσβαινα, ἔστι δὲ τὸ ζῶον ἀμφικέφαλον, ὥσπερ δὴ καὶ τῶν πλοίων τὰ ἀμφίπρωρα, τῆς φύσεως τῷ περιττῷ τῆς οὐσίας δύο κεφαλὰς ἔχειν αὐτῇ χαρισαμένης, τοῦτο δή φασι τὸ ζῶον εἰ ὑπερβάλῃ γυνὴ κατὰ γαστρὸς ἔχουσα, ἐκτιτρώσκει τὸ παιδίον κακῶς, ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τὰ τῶν ἐχιδνῶν σώματα ἀποκοπέντων τοῖς τῶν μερῶν ἐκείνων ὁμοίως ἔτι πρὸς τὸ βοηθεῖν τὴν ἰσχὺν ἔχει. ἐπέδειξα γὰρ, ὡς οἶμαι, φιλοπόνως ὅτι καὶ ὅλα μὲν τὰ ζῶα τοῖς ἀνθρώποις βοηθεῖ ποτε, ἔσθ᾿ ὅτε δὲ καὶ αὐτὰ μόνα τὰ μέρη. ἐνίοτε δὲ καὶ τῶν μερῶν αὐτῶν τὰ οὕτω μικρὰ μόρια.

Work

Title: Galen: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 210-294

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_091.xml [170 Kb]