Digital Corpus for Graeco-Arabic Studies

Galen: De Theriaca ad Pisonem (On Theriac to Piso)

Kühn 1827

αὐτίκα γέ τοι περὶ τὰ κάλλιστα τῶν ἐμβαλλομένων, κασσίαν λέγω καὶ τὸ κιννάμωμον αὐτὸ, οὐκ ὀλίγη τίς ἐστι διαφορὰ, καὶ πολλοὺς τῶν σκευαζόντων εἴωθε πλανᾷν. τό τε γὰρ καλούμενον ψευδοκιννάμωμον ὅμοιόν ἐστι τῷ ἀληθεῖ, κατὰ δὲ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν πολὺ ἐνδεέστερον εὑρίσκεται. τὸ δὲ ξυλοκιννάμωμον διαφέρει τῷ ξυλῶδες εἶναι καὶ ἰσχυρὰς τὰς ῥάβδους ἔχειν καὶ οὐχ ὁμοίαν τὴν εὐωδίαν. καὶ αὐτοῦ δὲ τοῦ ἀληθινοῦ κινναμώμου τὸ μὲν ἐν τοῖς ὄρεσι γιγνόμενον, οὐκ ὂν λεπτὸν οὐδὲ μακρὸν, μᾶλλον κιῤῥόν ἐστι τῇ χροιᾷ. ἕτερον δέ ἐστι ποσῶς μέλαν καὶ ὥσπερ ἶνας ἔχον τινάς. ἄλλο τι λευκὸν εὑρίσκεται ἀκριβῶς καὶ οὐ σκληρὸν, ῥᾳδίως θραυόμενον καὶ μικρὰν ἔχον τὴν ῥίζαν. ἔστι δέ τι καὶ τῇ κιῤῥᾷ κασσίᾳ ὅμοιον ἕτερον λεῖον καὶ εὐῶδες. τὸ δὲ πάντων κάλλιστόν ἐστι τὸ μόσυλλον ὑπὸ τῶν ἐγχωρίων οὕτω καλούμενον, τεφρῶδες τῇ χροιᾷ καὶ λεπτὰ ἔχον τὰ ῥαβδία καὶ τοὺς ὄζους πυκνοὺς, σφόδρα εὐῶδες, ὃ καὶ μάλιστα προκρίνειν ἡμεῖς εἰώθαμεν. ἔστι γὰρ πάνυ τῇ ὀδμῇ κάλλιστόν τε καὶ ἥδιστον καὶ τῇ γεύσει δριμὺ ἡμῖν καταφαίνεται

Work

Title: Galen: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 210-294

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_091.xml [170 Kb]