De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
διαφωνεῖ δὲ αὐτοῖς ἐν τοῖς τῶν μεμιγμένων μέτροις.
τινὰ γὰρ ὦν ἐκεῖνοι πέμπουσι τῷ φαρμάκῳ, ἀνὰ δραχ. δ΄
ἔχοντα, οὗτος ἀνὰ δραχ. β΄. μίγνυσι τῷ φαρμάκῳ, καὶ πάλιν
τῶν ἀνὰ δραχ. β΄. τὴν συσταθμίαν ἐχόντων, αὐτὸς ταῦθ᾿ ἵστησιν
ἀνὰ δραχ. α΄. ἔχοντα. Μάγνος δὲ, ὁ καθ᾿ ἡμᾶς ἀρχίατρος
γενόμενος, τὰ ἄλλα πάντα ὁμοίως τοῖς ἀνδράσι τούτοις
ἐν τῆ σκευασίᾳ φυλάττων, ἐν τῷ κινναμώμῳ μόνον αὐτοῖς
διαφωνεῖ. τὸ γὰρ διπλοῦν τῆς περὶ τούτων συσταθμίας
μίγνυσιν αὐτὸς τῷ φαρμάκῳ, οὕτως δὲ καὶ περὶ τῆς χαλκίτεως,
οὕτως δὲ καὶ περὶ τοῦ σαγαπηνοῦ τῷ Ἀνδρομάχῳ
διαφωνεῖ. τὰς γὰρ δραχ. β΄. ὁμοίως τῷ Ξενοκράτει μίγνυσιν εἰς τὸ
φάρμακον, τοῦ Ἀνδρομάχου δραχ. δ΄. βάλλοντος· κατὰ δὲ τὸ σαγαπηνὸν
καὶ τῷ Δαμοκράτει. μίαν μὲν γὰρ δραχμὴν ὁ
Δαμοκράτης μίγνυσι τῷ φαρμάκῳ, ὁ δὲ Μάγνος β΄. προστίθησι
δὲ καὶ τῷ μιγνυμένῳ οἴνῳ ὁ Μάγνος τὸ μέτρον. δύο
γὰρ ξέστας τοῦ βαλλομένου εἷναι βούλεται, τῶν ἄλλων, ὡς
εἰκὸς πρὸς τὴν χρείαν, ὁπόσῳ μέτρῳ τοῦ οἴνου χρωμένων.
Δημήτριος δὲ, καὶ αὐτὸς καθ᾿ ἡμᾶς ἀρχίατρος γενόμενος,
τῷ μὲν Ἀνδρομάχῳ ὁμοίως κατὰ πάντα τὰ ἄλλα
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]