De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
δραχ. κδ΄. ἀμώμου δραχ. κδ΄. ἀμαράκου δραχ. κ΄. νάρδου Ἰνδικῆς
δραχ. ιστ΄. μαλαβάθρου φύλλων δραχ. στ΄. σμύρνης δραχ. κδ΄. μαστίχης
δραχ. στ΄. κρόκου δραχ. ιθ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε,
ὀποβαλσάμου παραπτόμενος ἐν τῷ ἀναλαμβάνειν, καὶ ψῦχε
τοὺς τροχίσκους ἐν σκιᾷ. ὁμοίως δὲ καὶ τοὺς σκιλλητικοὺς
ἀρτίσκους σκεύαζε οὕτως. λαβόντα χρὴ σκίλλαν νεαρὰν
καὶ μὴ πάνυ μεγάλην περιπλάττειν, μὴ ὥς τινες πηλῷ, ῥυ-
παρὸν γὰρ εἶναί μοι δοκεῖ, ἀλλὰ ζύμῃ, ὀπτᾶται γὰρ
ῥᾳδίως τῇ ἁπαλωτάτῃ, ἵνα ἐν τῇ ὀπτήσει καὶ αὐτοῦ τι
μεταλαμβάνῃ. εἶτα ὅταν ὀπτήσῃ καλῶς ἐν τῷ καλουμένῳ
ἴπνῳ, ἢ ἐν τοῖς κλιβάνοις, ἢ κακάβοις ἐν οἷς οἱ ἄρτοι ὀπτῶνται,
ἵνα ὁμαλὴ ἡ ὄπτησις γένηται, λαβόντα χρὴ τὰ ἔνδον
αὐτῆς μέρη τὰ ἁπαλώτατα λειοῦν ἐπιμελῶς, μίσγοντα
καὶ ὀροβίνου ἀλεύρου καλλίστου καὶ νεαρωτάτου τὸ ἴσον,
ὡς ὁ Δαμοκράτης βούλεται. ὁ γὰρ Μάγνος τὸ ἥμισυ πέμπων
ὀλίγον μοι μιγνύναι δοκεῖ, καὶ ὁ Ἀνδρόμαχος δὲ δύο
πέμπων μέρη πολύ μοι πέμπειν δοκεῖ. τὸ δ᾿ ἴσον ἐστὶ
τὸ πρὸς ἀνάπλασιν σύμμετρον, καὶ οὕτως συλλειώσαντα αὐτῷ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]