De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
ὁ δριμύς τε καὶ πᾶσι καλούμενος ἄκτος. εἶθ᾿ οὕτως πάντα λειώσας
πρόσβαλε τὸ αὔταρκες μέλι· ἔστω δὲ τὸ αὔταρκες,
ὥσπερ αἱ γραφαὶ ἔχουσι, λίτραι δέκα ἀφηψημέναι μετρίως,
ὥστε ἐν τῇ ἑψήσει πᾶν αὐτοῦ τὸ κηρῶδες καὶ πνευματῶδες
χωρισθῆναι. ἔστω δὲ καὶ τὸ μέλι τὸ καλούμενον Ὑμήττιον.
τὸν γὰρ θύμον τὸν ἐν τούτῳ τῷ ὄρει τῷ καλουμένῳ Ὑμηττῷ
γινόμενον νέμονται αἱ μέλισσαι, καὶ οὕτω κάλλιστον
ποιοῦσι τὸ μέλι. πειρῶ δὲ καὶ τὴν ῥητίνην καὶ χαλβάνην
προαποτήξας ἰδίᾳ, οὕτω πρὸς τὴν θυείαν ἐπιβάλλειν τῷ φαρμάκῳ,
καὶ λοιπὸν ἑνώσας τὰ πάντα καὶ λειώσας ἐπιμελῶς,
πάλιν παραπτόμενος τοῦ ὀποβαλσάμου συμμέτρως, οὕτως
ἀποτίθεσο τὴν ἀντίδοτον εἰς ὑάλινα ἢ ἀργυρᾶ σκεύη, μὴ
πάνυ πληρῶν αὐτὰ, ἀλλὰ καταλιπών τινα τόπον εἰς διαπνοὴν
τῷ φαρμάκῳ, καὶ συνεχῶς γε ἀποπωμάτιζε αὐτὰ, ἵνα
μᾶλλον διαπνέηται, καὶ ταχυτέρα σοι αὐτῆς ἡ χρῆσις γενήσεται.
χρόνου γὰρ εἰς πέψιν οὐκ ὀλίγου χρείαν ἔχεν, ἵνα
πρὸς τὴν χρῆσιν ἡ ἀντίδοτος πεφθῇ καλῶς. πέσσεται δὲ
ὡς ἐπὶ τὸ πλεῖστον τῷ μὲν ιβ΄. ἐτῶν χρόνῳ. οἱ δὲ ἀκμαιοτέρᾳ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]