De Remediis Parabilibus (On Handy Medications)
Kühn 1827
χειρὶ τὰ πτερὰ πατήσας τῷ πάσχοντι καὶ κνήσας ἕλκε τὸ αἷμα ἀπὸ ἄνωθεν τῆς κοτύλης ἕως τοῦ ἀστραγάλου σύρων τὸ αἷμα ὅλῳ τῷ χελιδονίῳ, καὶ λεπίσας καὶ ὀπτήσας φάγε μηδὲν βαλὼν ἔξω καὶ φαγὼν παραυτίκα ἄλειψον ἐλαίῳ ἕως ἐπὶ τὸν ἀστράγαλον ἐπὶ τρεῖς ἡμέρας, καὶ θαυμάσεις. πεπείραται δὲ πάνυ καὶ τοῦτο. ἄλλο. κορώνην ἀγρεύσας σπούδασον ἀσινῆ διαφυλάξαι, καὶ ἐὰν μὲν τὰ δεξιὰ μέρη τὰ πάσχοντα ᾖ, τὸν μικρὸν δάκτυλον τὸν ὄπισθεν τῆς κορώνης τοῦ δεξιοῦ ποδὸς κόψας περιτίθει. μύρῳ δὲ χρίσας τὰς πτέρυγας τῆς κορώνης ἔα ἵπτασθαι. ἐὰν δὲ ἀριστερὰ μέρη πάσχῃ, τοῦ ἀριστεροῦ ποδὸς τὸν προδεδηλωμένον κόψας περιτίθει. ποίει δὲ τἄλλα ὡσαύτως, πεπείραται δὲ τοῦτο συνεχῶς.
[Περὶ θανασίμων φαρμάκων.] Περὶ τῶν θανασίμων φαρμάκων οὔτε ἀδιορίστως ἐνθάδε γράφειν ἀσφαλὲς καὶ ἕκαστον αὐτῶν ἐκτιθέμενον κατὰ τῶν ἑπομένων συμπτωμάτων ἐπάγειν οὕτως τὰς θεραπείας χαλεπόν. παρέχοι γὰρ ἂν ἡ τοιαύτη πραγματεία ἀφορμὴν κακίας τοῖς κακουργεῖν
Work
Title: De Remediis Parabilibus
English: On Handy Medications
Original: Περὶ εὐπορίστων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 311-581
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_004.xml [471 Kb]