Prognosticon (Prognostic)
Littré 1840
ἄριστον, τὸ δ᾿ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον. Εἴη δ᾿ ἂν
τὸ τοιόνδε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες,
ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι,
καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον
καὶ καρφαλέον ἐόν. Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου
χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες. Ἢν
μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν
τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ,
μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα
ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν· κἢν μέν τι τουτέων ὁμολογέῃ,
ἧσσον νομίζειν δεινὸν εἶναι· κρίνεται δὲ τὰ τοιαῦτα ἐν
ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον
τοιοῦτον ᾖ. Ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ
χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ
θανάτου. Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου
Work
Title: Prognosticon
English: Prognostic
Original: Προγνωστικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 110-190
Publisher: Baillière, Paris
Download
Hipp-Gr_006.xml [71 Kb]