Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

Littré 1853

μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος· καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

31. Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται· ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ’ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.

32. Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτερμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἶγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.

33. Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ,

Work

Title: Hippocrates: De Superfoetatione
English: Superfetation
Original: Περὶ ἐπικυήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 476-508

Publisher: Baillière, Paris

Download

Hipp-Gr_010.xml [47 Kb]