De Superfoetatione (Superfetation)
Littré 1853
ΠΕΡΙ ΕΠΙΚΥΗΣΙΟΣ.
1. Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον· ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα. Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ. Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ. Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.
2. ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται. ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον· καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.
Work
Title: De Superfoetatione
English: Superfetation
Original: Περὶ ἐπικυήσιος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 476-508
Publisher: Baillière, Paris
Download
Hipp-Gr_010.xml [47 Kb]