Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Superfoetatione (Superfetation)

Littré 1853

αὐτῇ ἔρχεται ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει. Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ’ ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.

35. Προσθετόν· αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω. Ἄλλο· ἀρτεμισίην τρίψας ἔν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.

36. Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντά ἐν εἰρίῳ δοῦναι προστίθεσθαι· ὅταν δέ οἱ προσπέσωσιν αἲ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν.

37. Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἔν εἰρίῳ δοῦναι προστίθεσθαι. Ἕτερον· σηπίης ὅστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.

38. Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἵγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὄλίγιστον.

39. Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.

Work

Title: Hippocrates: De Superfoetatione
English: Superfetation
Original: Περὶ ἐπικυήσιος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 476-508

Publisher: Baillière, Paris

Download

Hipp-Gr_010.xml [47 Kb]