De Muliebribus (Diseases of Women)
Littré 1853
ὡς εἴρηται ἔμπροσθεν· ἐπὴν δὲ ἀποκαθαρθῇ, ἄριστον μὲν εἰ μὴ
γένοιτο ἕλκεα· ἢν δὲ ὑπολίπηται ἕλκεα, πλέονος, δεήσει θεραπηΐης
ὅκως τὰ ἕλκεα μὴ μυδήσει καὶ κάκοδμα ἔσται· ἄφορος δὲ ἔσται καὶ
ἢν ῥαΐση, ἢν μεγάλα ᾖ τὰ ἕλκεα γενόμενα ἐν τῇσι μήτρῃσιν. Ἢν δὲ
μή οἱ κατὰ τὸ αἰδοῖον χωρήσῃ τὰ ἐπιμήνια διάπυα γενόμενα,
ξυμβήσεται ὑπὲρ τοῦ βουβῶνος κατὰ τὴν λαπάρην ῥαγῆναι, ἄτερ
φύματος, ἅτε τοῦ πύου διαφαγόντος, καὶ κείνῃ χωρήσει πυώδεα
ὀδμαλέα· καὶ ἢν τοῦτο γένηται, οὐ περιγίνεται ἡ γυνή· ἢν δὲ καὶ
περιγένηται, αἰεὶ ἄφορος ἔσται· ταύτῃ γάρ οἱ τὸ λοιπὸν ἡ ὁδὸς
γίνεται τοῖσιν ἐπιμηνίοισιν ἔξω· τὸ γὰρ στόμα τῶν μητρέων πρὸς
τοῦτο τὸ χωρίον προσπέπτωκε. Γίνεται δὲ καὶ τόδε· ἔστιν ᾗσιν,
ἐπὴν δίμηνα ἢ τρίμηνα ἢ χρονιώτερα ᾖ τὰ ἐπιμήνια καὶ προσπέσῃ
πρὸς τὴν λαπάρην, μὴ διαπύων τῶν καταμηνίων ἐόντων, ὡς φῦμα
γίνεται ὑπὲρ τοῦ βουβῶνος ἀκέφαλον, μέγα, ἐρυθρόν. Καὶ τῶν
ἰητρῶν πολλοὶ ἤδη οὐκ εἰδότες τοῦτο ὁκοῖόν τί ἐστιν ἔταμον καὶ ἐς κίνδυνον
ἤγαγον οὕτως. Τὸ δὲ ὡς φῦμα γενόμενον γίνεται τρόπῳ τοιῷδε·
ἐπαυρίσκεται τοῦ αἵματος ἡ σάρξ, ἅτε προσκειμένου τοῦ στόματος
τῶν μητρέων τῇ λαπάρῃ, καὶ ἐμπίπλαται ἀπ’ αὐτέου, καὶ ἐξίσταται
ἅτε πληρευμένη τοῦ αἵματος ἡ σάρξ· καὶ ἔστιν ὅτε, ἢν μεταστῇ τὸ
στόμα τῶν μητρέων καὶ γένηται κατὰ τὸ αἰδοῖον, καὶ χωρήσῃ διὰ
τοῦ αἰδοίου τὰ καταμήνια, καθίσταται τὸ ἐξεστηκὸς κατὰ τὴν λαπάρην,
διαδιδοῖ γὰρ ἐς τὰς μήτρας, αἳ δὲ ἔξω ἐχάλασαν· ἢν δὲ μὴ
στραφῇ κατὰ τὸ αἰδοῖον τὸ στόμα τῶν μητρέων, διαπυέει κατὰ τὴν
λαπάρην, καὶ ταύτῃ ὁδὸς γίνεται τοῖσι καταμηνίοισι, καὶ οἱ κίνδυνοι
οἱ αὐτοί εἰσιν οἱ καὶ πρόσθεν εἰρημένοι. Τρέπεται δὲ καὶ ἐς
Work
Title: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 10-462
Publisher: Baillière, Paris
Download
Hipp-Gr_013.xml [633 Kb]