Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

201. Ὅταν ὑστέρη πνίγῃ, πνεῦμα δὲ σεύηται ἄλες ἄνω, καὶ βάρος ἔχῃ, καὶ γνώμη καταπλὴξ, ἀναυδίη, περίψυξις, πνεῦμα προσπταῖον, ὄμματα ἀμαλδύνηται, τὴν κεφαλὴν ξυρῇν ὅτι τάχιστα, καὶ ταινίῃ ἀποδιωθέειν, ὑπὲρ ὀμφαλὸν δὲ εἰλέειν· διδόναι δὲ καστόριον καὶ κόνυζαν καὶ πηγάνου ὕδωρ, κύμινον αἰθιοπικὸν, ῥαφάνου σπέρμα, θεῖον, σμύρνην· πρὸς δὲ τὰς ῥῖνας τὰ κάκοδμα, εὔοδμα δὲ ἐς τὰς ὑστέρας· ἢν δὲ ἀνέχηται, κόκκου τὸ ἔνδον τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἢ σχῖνον τριπτὴν, ἵνα δάκνηται. Ὅταν δὲ ὀδύνη ἔχῃ καὶ πνίγηται, μαλάχης ῥίζαν, ἢ ὀξύμελι ἢ φλοιὸν μαράθου καὶ κρῆθμον ἐν ὕδατι δοῦναι πίνειν, ἄριστον δὲ ἐρυγγάνειν καὶ διανακαθίζειν· ἢ ἐλλεβόρῳ πταρμὸν ποιέειν, καὶ προσίσχειν πρὸς τὰς ῥῖνας. Ἢν δὲ ὑπὸ τὰς φρένας δοκέωσιν ἵζεσθαι, ἐξαπίνης ἄφωνος γίνεται, ὑποχόνδρια σκληρὰ, καὶ πνίγεται, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ οὐχ ὑπακούει καλεομένη· δεῖ οὖν ὑποθυμιῇν ὑπὸ τὰς ῥῖνας, εἴριον κατακαίων, ἄσφαλτον ἐς πῦρ ἐμβάλλων καὶ καστόριον καὶ θεῖον καὶ πίσσαν· βουβῶνας δὲ καὶ μηροὺς μύρῳ ἔνδοθεν εὐωδεστάτῳ χρίειν· ἢ ἀστέρας τοὺς θαλασσίους τοὺς μέλανας καὶ κράμβην μέξας ἐν οἴνῳ εὐώδει πινέτω. Ἢ σμύρνης τριώβολον, κορίανον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον αἰθιοπικὸν, ταῦτα τρίψας ἐν οἴνῳ λευκῷ, καὶ ὕδατι ἢ μελικρήτῳ διέντα, πίνειν ἀκροχλίερον. Βοηθέει δὲ καὶ τὸ πευκέδανον, ἀριστολοχία, κρομμύου δάκρυον,

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]