Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]