Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Muliebribus (Diseases of Women)

Littré 1853

δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων· τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ’ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ’ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ’ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

231. Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἵνῳ μέλανι στρυφνῷ.

Work

Title: Hippocrates: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 10-462

Publisher: Baillière, Paris

Download

Hipp-Gr_013.xml [633 Kb]