Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

Littré 1840

κεφαλὴν, μήτε τὸ ἄλλο σῶμα· καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λούεσθαι, μηδὲ ῥοφέειν, μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν. Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι· καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε, καὶ ὠφελέονται λουσάμενοι, καὶ βλάπτονται μὴ λουσάμενοι. Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στήθεα καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν, καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν, καὶ εὔπνοον καὶ ἄκοπον· μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος· καὶ οὐρητικὸν δὲ, καὶ καρηβαρίην λύει, καὶ ῥῖνας ὑγραίνει. Ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν

Work

Title: Hippocrates: De Diaeta in Morbis Acutis
English: Regimen in Acute Diseases
Original: Περὶ διαίτης ὀξέων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1840

Series: Oeuvres complètes d'Hippocrate

Volume: 2

Pages: 224-376

Publisher: Baillière, Paris

Download

Hipp-Gr_021.xml [82 Kb]