
Epidemiarum I (Epidemics I)
Littré 1840
καὶ οὐρανὸς λαιλαπώδης, καὶ ἐπινέφελος· ταῦτα δὲ ξυνέτεινε
καὶ οὐκ ἀνίει μέχρις ἰσημερίης. Ἦρ δὲ ψυχρὸν, βόρειον,
ὑδατῶδες, ἐπινέφελον· θέρος οὐ λίην καυματῶδες ἐγένετο·
ἐτησίαι ξυνεχέες ἔπνευσαν· ταχὺ δὲ περὶ ἀρκτοῦρον,
ἐν βορείοισι πουλλὰ πάλιν ὕδατα. Ρενομένου δὲ
τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ
χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· πρωῒ δὲ τοῦ ἦρος,
πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. Ἤρξαντο μὲν
οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως,
σμικρὰ λημία πολλοῖσι δυσκόλως ἐκρηγνύμενα· τοῖσι πλείστοισιν
ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. Κατὰ
δὲ θέρος καὶ φθινόπωρον, δυσεντεριώδεες, καὶ τεινεσμοὶ,
καὶ λειεντεριώδεες, καὶ διάῤῥοιαι χολώδεες, λεπτοῖσι,
πολλοῖσιν, ὠμοῖσι, καὶ δακνώδεσιν· ἔστι δ᾿ οἷσι καὶ
ὑδατώδεες· πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου, χολώδεες,
ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες·
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]