Epidemiarum I (Epidemics I)
Littré 1840
τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱ αἱμοῤῥαγίαι,
εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι·
τά τε ἄλλα πάντα εὐφόρως· ἐκρίνετο δὲ τουτέοισι πάνυ
εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλιπούσῃσιν ἐν
ἑπτακαίδεκα ἡμέρῃσιν· οὐδὲ ἀποθανόντα οὐδένα οἶδα
τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οἱ δὲ τριταῖοι,
πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως
δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος, τέσσαρας περιόδους·
ἐν ἑπτὰ δὲ τελέως ἔκριναν, οὐδ᾿ ὑπέστρεψαν οὐδενὶ
τούτων. Οἱ δὲ τεταρταῖοι, πολλοῖσι μὲν ἐξ ἀρχῆς, ἐν τάξει τεταρταίου,
ἤρξαντο· ἔστι δ᾿ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν
καὶ νουσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο·
Work
Title: Epidemiarum I
English: Epidemics I
Original: Ἐπιδημίων τὸ πρῶτον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1840
Series: Oeuvres complètes d'Hippocrate
Volume: 2
Pages: 598-716
Publisher: Baillière, Paris
Download
Hipp-Gr_023.xml [85 Kb]