Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

σφακελισμὸς σιηγόνος, καὶ οὔλων ὑπερσάρκωσις δεινή· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἵ τε γόμφιοι καὶ ἡ σιηγών.

114. Ἀναξήνωρ, ἐν Ἀβδήροισιν, ἦν μὲν σπληνώδης,᾿ καὶ κακόχρους· ξυνέβη δὲ αὐτῷ, οἰδήματος γενομένου περὶ μηρὸν τὸν ἀριστερὸν, ἐξαπίνης τοῦτο ἀφανισθῆναι· οὐ πολλῇσι δὲ ὕστερον ἡμέρῃσιν ἐγενήθη αὐτῷ κατὰ τὸν σπλῆνα οἷον ἐπινυκτὶς ἐξ ἀρχῆς, ἔτι δὲ οἴδημα καὶ ἐρύθημα σκληρόν· μετὰ δὲ ἡμέρην τετάρτην πυρετὸς ἐγένετο καυσώδης, καὶ ἐπελιδνώθη πάντα κύκλῳ καὶ σαπρὰ ἐδόκει· ἀπέθανεν· ὑπεκαθάρθη δὲ πρότερον καὶ κατενόει.

115. Κλόνιγος, ἐν Ἀβδήροισιν, ἦν μὲν νεφριτικός· οὔρει δὲ αἷμα κατὰ σμικρὸν πουλὺ χαλεπῶς· ἠνώχλει δὲ καὶ κοιλίη δυσεντερική. Τούτῳ πρωῒ μὲν ἐδίδοτο γάλα αἴγειον καὶ ὕδατος πέμπτη μερὶς, ἀνεζεσμένον, τὸ πᾶν κοτύλαι τρεῖς· ἑσπέρην δὲ, ἄρτος μὲν ἔξοπτος· ὄψα δὲ, σεῦτλα, ἢ σίκυος, οἶνος μέλας λεπτός· ἐδίδοτο δὲ καὶ σίκυος πέπων· οὕτω δὲ διαιτωμένῳ καὶ ἡ κοιλίη ξυνέστη, καὶ τὰ οὖρα καθαρὰ ἐφοίτα· ἐγαλακτοπότησε δὲ, ἕως τὰ οὖρα ἀποκατέστη.

116. Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος· ἦν δὲ τοιοῦτον· διὰ τῆς θηλῆς ἰχὼρ ὕφαιμος ἔῤῥει· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἀπέθανεν.

117. Τῷ Δεινίου παιδίῳ ἐν Ἀβδήροισι μετρίως ὀμφαλὸν τμηθέντι, συρίγγιον κατελείφθη, καί ποτε καὶ ἕλμινς δι᾿ αὐτοῦ διῆλθεν ἁδρὰ, καὶ ἔφη, ὅτε πυρέξειε, χολώδεα ὅτι καὶ αὐτὰ ταύτῃ διῄει. Προσεπεπτώκει τούτῳ τὸ ἔντερον πρὸς τῷ συριγγίῳ, καὶ διεβέβρωτο

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]