Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

πνεῦμα αἰεὶ πυκνόν· ἐν τῷ στήθει ψόφοι· ἱδρώδης τὰ πολλά· πρωῒ ἠπιώτερος ὁ πυρετός· καὶ φρῖκαι ἔστιν ὅτε ἑλάμβανον· ὕπνοι ἐγίνοντο· καὶ κοιλίη ἔστιν ὅτε καθυγραίνετο, καὶ πάλιν ξυνίστατο· ἐγεύετο ἐπιεικῶς. Μεσοῦντος δὲ τοῦ χρόνου, ἐς γούνατα καὶ κνήμας ἄλγημα· καὶ ξυγκάμπτειν καὶ ἐκτείνειν ἄλλου ἐδεῖτο· διετέλει τὰ τῶν σκελέων μέχρι τελευτῆς· ὑπόγυον δέ· καὶ ἐπῴδησαν οἱ πόδες μέχρι κνημέων, καὶ ἐφαπτομένων ἤλγει· καὶ οἱ ἱδρῶτες ἔληξαν καὶ τὰ ῥίγεα· ὁ δὲ πυρετὸς αἰεὶ ἐπέτεινεν. Πρὸ δὲ τῆς τελευτῆς κοιλίη κατεῤῥάγη· ἔμφρων διετέλει· πρὸ τριῶν ἡμερῶν τῆς τελευτῆς, ῥεγχώδης ἐν φάρυγγι, καὶ πάλιν ἐπανίετο, ἐτελεύτησεν.

52. Ἡγησιπόλιος παιδίον σχεδὸν τέσσαρας μῆνας ἄλγημα περὶ ὀμφαλὸν βρωτικὸν εἶχεν; προϊόντος δὲ, ἐπέτεινεν ἡ ὀδύνη, ἔκοπτε τὴν γαστέρα, ἐτίλλετο, θέρμαι ἐπελάμβανον; ἐτήκετο. ὀστέα ἐλείφθη· τὰ πόδια ἐπῴδει, ὄρχιες· γαστρὸς τὸ περὶ ὀμφαλὸν πεφυσημένον ἄρα, οἷον οἷσι μέλλουσι κοιλίαι ἐκταράσσεσθαι· ἀπόσιτος ἐγένετο, γάλα μοῦνον προσεδέχετο· ὑπόγυον, καὶ ἡ κοιλίη καθυγρᾴνθη, καὶ ὕφαιμος ἰχὼρ ὑπῄει κάκοδμος· κοιλίη ἐπίμπρατο. Ἐτελεύτησεν ἐμέσας μικρὸν, βραχὺ, φλεγματῶδες, ὥστε δόξαι οἷον γονὴν τῆς πλατείης. Τελευτήσαντι δ᾿ ἡ ῥαφὴ τῆς κεφαλῆς σφόδρα ἐκοιλάνθη· ἀῤῥωστῶν δ᾿ αἰεὶ τῆ χειρὶ κατῆγε κατὰ τοῦ βρέγματος, μάλιστα δ᾿ ὑπόγυον, οὐκ ἤλγει δὲ τὴν κεφαλήν· καὶ ἐν μηρῷ ἀριστερῷ ὑπὸ

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]