Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

προϊόντος δὲ καὶ ἐς οὖς ἀριστερόν· καὶ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπώδυνον· μυξώδεα αἰεὶ ἐχώρει ἐπιεικῶς ξυγκεκαυμένα· καὶ θέρμη παρηκολούθει λεπτή· καὶ ἀπόσιτος· τὴν ἡμέρην ῥᾴων, ἐς νύκτα δὲ ὠδυνᾶτο. Ἐπεὶ δὲ τὸ κατὰ τὸ οὖς ἐῤῥάγη πῦον, ἔληξε πάντα· ἐῤῥάγη δὲ περὶ χειμῶνα. Ἦρά γε ἐν πᾶσι τοῖς ἐμπυήμασι καὶ τοῖσι περὶ ὀφθαλμὸν ἐς νύκτα οἱ πόνοι;

58. Οἷσι βῆχες χειμῶνος, μάλιστα δὲ νότοισι, παχέα καὶ πουλλὰ χρεμπτομένοισι, πυρετοὶ ἐπιγίνονται, ἐπιεικῶς δὲ πεμπταῖοι παύονται· αἱ βῆχες δὲ περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει. Οἷσι θέρμαι λεπταὶ ἔστιν ὅτε παυομένων, οὐχ ὅλον τὸ σῶμα, ἀλλ᾿ ἢ περὶ αὐχένα καὶ ὑπὸ μασχάλας, ἢ κεφαλὴν ἀφιδρώσαντες, παύονται.

59. Χάρητι, χειμῶνος, ἐκ βηχίου ἐπιδημίου προσγενόμενος πυρετὸς ἐπέλαβεν ὀξύς· τὰ ἱμάτια ἀπέβαλλεν· κῶμα μετὰ πόνου ἐγένετο· οὖρα ἐρυθρὰ, οἷον ὀρόβων πλύμα· ὑπόστασις εὐθὺς ἀπ᾿ ἀρχῆς πολλὴ λευκὴ, ὕστερον δὲ καὶ ὑπέρυθρος. ἑβδόμῃ, ἀπὸ βαλάνου σμικρὰ ὑπῆλθεν· τὸ κῶμα κατεῖχεν ἄλυπον· νοτὶς ἐπὶ μετώπῳ· ὕπνος ἐς νύκτα, καὶ θέρμη ἠπιωτέρη. Ὀγδόῃ, χυλὸν προσεδέξατο· κωματώδης διετέλει μέχρις ἑνδεκάτης. Ταύτῃ δὲ καὶ ἡ θέρμη μάλιστα ἔληξεν· ὑπῆν δὲ βὴξ, ἀπόχρεμψις διετέλει αἰεὶ πουλλὴ, ῥηϊδίως, πρῶτον γλίσχρη, λευκὴ, παχέη, ἐπεὶ δὲ ξυνεπεπαίνετο, ὁμοίη πυώδεσιν· οὖρα ἀπὸ ἑνδεκάτης καθαρώτερα, ὑπόστασις τρηχείη. Τρισκαιδεκάτῃ,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]