Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ἄλγημα ἐπὶ δεξιὰ μέχρι κενεῶνος ἐς ὑπογάστριον· οὖρον ἴσχετο· πόμα τὸ ἀπὸ τοῦ καλλιφύλλου ξυνήνεγκεν. Πεντεκαιδεκάτῃ, πάλιν τὸ ἄλγημα. Ἑκκαιδεκάτῃ, ἐς νύκτα μᾶλλον τὸ ἄλγημα ὑποχονδρίου ἤρχετο ἐς κοιλίην· λινοζώστιος ὕδωρ ὑπήγαγεν. Ἡ θέρμη ἐντὸς τῶν εἴκοσιν ἐμωλύνθη, καὶ ἀποχρέμψιες παρηκολούθουν παχέαι, ῥηϊδίως, ἐς τεσσαράκοντα.

60. Ὑποκαθαίρειν τὰς κοιλίας ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ ἢ πεμπταῖα, τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες μηδὲ καρηβαρικοὶ ἔωσι, καὶ ὅτε αἱ θέρμαι πρηΰταται, καὶ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι, τότε γὰρ καὶ αὗται μετεωρίζονται, ἐπὴν ἀσώδεες καὶ βαρέες τὰ ἄνω ἔωσιν. Διὰ τοῦτο δὲ μὴ ἐν ἀρχῇσι καθαίρειν, ὅτι ἀπὸ τοῦ αὐτομάτου ἐν τοῖσι χρόνοισι τούτοισιν, ἢ χρόνια ἐπικίνδυνα.

61. Ἐπὶ ὠλεκράνου ἐκ τρώματος τρωθέντος, πῆχυς ἐπισφακελίσας πυοῦται· πεπαινομένου δὲ, γλίσχρος ἰχὼρ καὶ κολλώδης εκθλίβεται· ταχὺ προσίσταται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένου δὲ, τοῖσι πλείστοισι φρῖκαι καὶ πυρετοὶ ἐπιγίνονται.

62. Ἀλκμᾶνι ἐκ νεφριτικῶν ἀνακομιζομένῳ, κάτω καὶ αἵματος ἀφαιρεθέντος, ἄνω καθ᾿ ἧπαρ ἐστράφη· καὶ πρὸς καρδίην ἄλγος δεινόν· καὶ τὸ πνεῦμα ὑπὸ τοῦ πόνου κατείχετο· καὶ ἡ κοιλίη χαλεπῶς

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]