Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ὑπεχώρεε σμικρὰ σπυραθώδεα· ἄση οὐκ ἐνῆν· ῥῖγος δ᾿ἔστιν ὅτε καὶ πυρετὸς ὑπελάμβανε, καὶ ἱδρὼς, καὶ ἔμετος· καὶ ἐν τῷ ἀλγήματι οὐ ξυνέφερεν ὑποκλύσαι θαλάσσῃ, ξυνήνεγκεν ἀπὸ πιτύρων. Ἠσίτησεν ἡμέρας ἑπτὰ, μελίκρητον ἀκρητέστερον ἔπιε, μετὰ δὲ, χυλὸν φακοῦ, ὁτὲ δὲ λεπτὸν τὸ ἔτνος, ἐπέπινεν ὕδωρ, μετὰ δὲ, σκυλακίου ἑφθοῦ, μάζης μικρὸν ὅτι μάλιστα πάλαι ξυγκειμένης· προϊόντος δὲ, ἢ βόεια τραχήλια, ἢ κωλῆνας ὑείων κρεῶν ἑφθῶν. Τῇ προτεραίῃ, ὑδροποσίη, ἡσυχίη, σκέπη· πρὸς τὸ νεφριτικὸν, ἐκ τῆς σικύης κλυσμός.

63. Τῷ Παρμενίσκου παιδὶ, κώφωσις· ξυνήνεγκε μὴ κλύζειν, διακαθαίρειν δὲ εἰρίῳ· μοῦνον δὲ ἐγχέειν ἔλαιον ἢ νέτωπον· περιπατεῖν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκὸν, λαχάνων ἀπέχεσθαι, ἄρτῳ τρέφεσθαι, ἰχθύσι πετραίοισιν.

64. Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα καὶ γνάθου· καστόριον καὶ πέπερι διακλυζομένη, καὶ κατέχουσα ἐν τῷ στόματι, ἀνῆκε, καὶ στραγγουρικὸν αὐτῇ ἀνῆκε προσθεμένῃ τὸ ἄλευρον τὸ ξὺν τῷ ῥοδίνῳ. Τὰς ἀφ᾿ ὑστερέων κεφαλαλγίας καστόριον παύει. Τὰ πλεῖστα τῶν ὑστερικῶν, αἱ φῦσαι· σημεῖον, οἱ ἐρευγμοὶ, καὶ οἱ περὶ γαστέρα ψόφοι, καὶ ἐπάρματα ὀσφύος, καὶ περὶ νεφροὺς ἀλγήματα καὶ ἰσχία· καὶ ἐκγεγλευκισμένος μέλας· ἢ ἀρωμάτων τρίτον μέρος, ἀλεύρου δύο, ἐν οἴνῳ εὐώδει ἑψῆσαι λευκῷ, ἐπ᾿ ὀθόνιον ἐπιχέαντα,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]