Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

ὀφθαλμὸς μέγας, βραχείη κίνησις· φωνὴ κεκλασμένη, σαφὴς δέ· οὖρον καθαρὸν, ὑπόστασιν οὐκ ἔχον· ἦρα διὰ τὴν τῆς θαψίης ὑποχώρησιν; Ὀκτωκαιδεκαταῖος ἀνῆκε μολυνθεὶς ἄνευ ἱδρῶτος.

80. Ὁ ἐν Ὀλύνθῳ Νικόξενος ὁμοίως· ἑβδομαῖος ἐδόκει χαλάσειν μεθ᾿ ἱδρῶτος· ῥοφήματα προσεφέρετο, οἶνον, βότρυν ἐξ ἡλίου. Πρὸς ἑπτακαιδεκαταῖον εἰσῆλθον· καυστικός· τοιοῦτον, ἡ γλῶσσα· θέρμη ἔξωθεν οὐ πάνυ ἰσχυρή· ἔκλυσις σώματος δεινή· φωνὴ κεκλασμένη, ἔργον ἀκοῦσαι, σαφὴς δέ· κρόταφοι ξυμπεπτωκότες· ὀφθαλμοὶ κοῖλοι· πόδες μαλθακοὶ καὶ χλιηροί· κατὰ σπλῆνα ξύντασις· τὸ κλύσμα οὐ πάνυ τι ἐδέχετο, ἀλλ᾿ ἀνεπήδα· ἐς νύκτα ἐπῆλθε κόπρος ξυνεστηκυῖα ὀλίγη, καὶ αἵματός τι, οἶμαι ἀπὸ τοῦ κλυσμοῦ· οὖρον καθαρὸν, λαμπρόν· κλίσις ὑπτίη, σκέλεα διηνοιγμένα διὰ τὴν ἕκλυσιν· παράπαν ἄγρυπνος. Ἐντὸς τῶν εἴκοσιν ἡ θέρμη ἐμολύνθη. Πρῶτον, ποτὸν τὸ ἀπὸ κρίμνου, ἄλλοτε ἀπὸ μήλων ὁμοῦ καὶ σίδης χυλὸς καὶ φακοῦ πεφωσμένου ψυχρός· καὶ ἀλεύρου πλύμα ἑφθὸν, ψυχρόν· λεπτὸν ῥύφημα· περιεγένετο.

81. Τῶν κναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι περὶ ἥβην· ἐν τραχήλῳ ὅμοια μεγάλα· πυρετός· ἔμπροσθεν δὲ καὶ βηχώδεες ἀπὸ ῥηγμάτων. Τρίτῃ μὲν ἢ τετάρτῃ γαστὴρ ξυνετάκη, θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχώρησις ἑκάστῳ χαλεπαί· ἀπέθανον.

82. Τὰ χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ χοιρείων ἐνωμοτέρων,

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]