Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Epidemiarum VII (Epidemics VII)

Littré 1846

καὶ ἐρεβίνθων, καὶ μέθης εὐώδεος παλαιοῦ, καὶ ἡλιώσιος, καὶ σηπίης, καὶ καράβων τε καὶ ἀστακῶν, καὶ λαχανοφαγίης, μάλιστα δὲ πράσων καὶ κρομμύων, ἔτι δὲ θριδάκων ἑφθῶν, καὶ κράμβης, καὶ λαπάθων ἐνωμοτέρων, καὶ ἀπὸ πεμμάτων, καὶ μελιτωμάτων, καὶ ὀπώρης, καὶ σικύου πέπονος, καὶ οἱνογάλακτος, καὶ ὀρόβων, καὶ ἀλφίτων νέων. Μᾶλλον ἐν θέρει τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί. Καὶ οἷσι φρῖκαι ἐπιγίνονται, οὗτοι ἔστιν ὅτε κακοήθεις γίνονται, καὶ ἐς νοσήματα ὀξέα καθίστανται· ἀλλ᾿ εὐλαβεῖσθαι χρή· μάλιστα δὲ τὰ τοιαῦτα νοσήματα ἡ πέμπτη καὶ ἡ ἑβδόμη καὶ ἡ ἐνάτη δηλοῦσι, βέλτιον δὲ μέχρι τῶν τεσσαρεσκαίδεκα φυλάσσεσθαι.

83. Φερεκύδει μεθ᾿ ἡλίου τροπὰς χειμερινὰς, τῆς νυκτὸς, πλευροῦ δεξιοῦ ἄλγημα, καὶ πρότερον εἰθισμένον, ἔληξεν· ἠρίστησεν· ἐξελθὼν, ἔφριξε· πυρετὸς ἐς νύκτα· ἀνώδυνος· βηχίον ῥέον τι ξηρόν. Οὖρα πουλλὰ, ὑπόστασις πουλλὴ, ξυσματώδεα μαδαρὰ διεσπασμένα ἀπ᾿ ἀρχῆς, μετὰ δὲ τέσσαρας θολερὰ ὑφίστατο, καὶ τὸ οὖρον οὐκ ἄχροον, ὑπόστασιν ἔχον, καὶ τὸ σύστημα οὐκ ἐφαίνετο ἐν τῷ χερνιβίῳ, ψύχεος ἐόντος. Τριταίῳ αὐτομάτη κοιλίη ὑπῆλθεν. Τετάρτῃ, βαλάνου γεγονότος, κοπρώδεα καὶ χολώδεα διεχώρησεν· ὑγρὸς περίῤῥοος. Ὕπνος ἐς νύκτα οὐ πάνυ, ἡμέρης δέ τι ἐκοιμᾶτο· δίψα οὐ σφοδρὴ, τεταρταίῳ μάλιστα ἐς νύκτα· δέρμα περὶ μέτωπον καὶ τὸ ἄλλο, μαλθακὸν, ὑποφέρειν αἰεί· πυρετὸς ἐκρατεῖτο πρὸς χεῖρα, καὶ ὑπενότιζεν, ἄδηλος· σφυγμὸς σφόδρα ἐν μετώπῳ φλεβῶν· βάρος

Work

Title: Hippocrates: Epidemiarum VII
English: Epidemics VII
Original: Ἐπιδημιῶν τὸ ἕβδομον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 364-468

Publisher: Baillière, Paris

Download

Hipp-Gr_034.xml [149 Kb]