Prorrheticon I (Prorrhetic I)
Littré 1846
οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; 30. Οἱ παλμώδεες δι᾿ ὅλου,
ἆρά γε ἄφωνοι τελευτῶσιν; 31. Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος,
πτυελίζοντα, μέλανα ἀνεμεῖται. 32. Κώφωσις καὶ
οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι
τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις·
τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι· οἶμαι δὲ,
καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ
ἀπέθανεν. 33. Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα,
κακόν. 34. Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες,
πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ. 35. Αἱ ἐκ ῥίγεος
νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν. 36. Οἱ περὶ ὀμφαλὸν πόνοι
παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι
πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην
πόνοι ἐν τουτέοισι γνώμης παράφοροι. 37. Τὰ κατὰ μηρὸν
Work
Title: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 510-572
Publisher: Baillière, Paris
Download
Hipp-Gr_035.xml [45 Kb]