Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon I (Prorrhetic I)

Littré 1846

κατ᾿ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος, κακόν. 42. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει; 43. Ἄκρεα ἐπ᾿ ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν. 44. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν. 45. Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται. 46. Ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν. 47. Ὀξυφωνίη κλαγγώδης, πονηρόν. 48. Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν. 49. Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν. 50. Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά. 51. Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται.

Work

Title: Hippocrates: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 510-572

Publisher: Baillière, Paris

Download

Hipp-Gr_035.xml [45 Kb]