Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prorrheticon I (Prorrhetic I)

Littré 1846

ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας. 60. Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων. 61. Ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περιψύχεται, κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά. 62. Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά. 63. Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν; 64. Μετὰ ῥίγεος ἄγνοια, κακόν· κακὸν δὲ καὶ λήθη. 65. Αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαινόμεναι, κακαί. 66. Οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαινόμενοι, κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιῤῥιγῶσαι, κακόν. 67. Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται. 68. Οἱ ἐφιδρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν. 69. Ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν. 70. Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ

Work

Title: Hippocrates: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1846

Series: Oeuvres complètes d'Hippocrate

Volume: 5

Pages: 510-572

Publisher: Baillière, Paris

Download

Hipp-Gr_035.xml [45 Kb]