Prorrheticon I (Prorrhetic I)
Littré 1846
μεταπίπτουσαι, δύσφεροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.
76. Οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν. 77. Κατάψυξις
μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον. 78. Ἀπὸ κοιλίης
λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ᾿ ἑωυτῷ, κακὸν, οἷον
τῷ ἡπατικῷ. 79. Τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλως
τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον.
80. Αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ,
κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.
81. Ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν
ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως
τε καὶ ἢν κάτοχοι γένωνται. 82. Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως
ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ
Νουμηνίου υἱός. 83. Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην,
πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα,
Work
Title: Prorrheticon I
English: Prorrhetic I
Original: Προρρητικὸς α’
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1846
Series: Oeuvres complètes d'Hippocrate
Volume: 5
Pages: 510-572
Publisher: Baillière, Paris
Download
Hipp-Gr_035.xml [45 Kb]