Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

θνήσκειν δὲ, ἤν τις ἐγκέφαλον τρωθῇ, ἢ ῥαχίτην μυελὸν, ἢ ἧπαρ, ἢ φρένας, ἢ κύστιν, ἢ φλέβα αἱμόῤῥοον, ἢ καρδίην· μὴ ἀποθνήσκειν δὲ τιτρωσκόμενον ἐν οἷσι ταῦτα τῶν μελέων μὴ ἐνείη, ἀλλὰ τουτέων προσωτάτω ἐστίν. Τῶν δὲ νουσημάτων τὰ τοιάδε ἔχει ἀνάγκας ὥστε ὑπ’ αὐτῶν ἀπόλλυσθαι, ὅταν γένωνται· φθίσις, ὕδρωψ ὑποσαρκίδιος, καὶ γυναῖκα ὁκόταν ἔμβρυον ἔχουσαν περιπλευμονίη ἢ καῦσος λάβῃ, ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ ἐρυσίπελας ἐν τῇσιν ὑστέρῃσι γένηται. Ἐνδοιαστὰ δὲ τὰ τοιάδε ἀπολλύναι τε καὶ μή· περιπλευμονίη, καῦσος, φρενῖτις, πλευρῖτις, κυνάγχη, σταφυλὴ, ἡπατῖτις, σπληνῖτις, νεφρῖτις, δυσεντερίη, γυναικὶ ῥόος αἱματώδης. Τὰ δὲ τοιάδε οὐ θανάσιμα, ἢν μή τι αὐτοῖσι προσγένηται· κέδματα, μελαγχολίη, ποδάγρη, ἰσχιὰς, τεινεσμὸς, τεταρταῖος, τριταῖος, στραγγουρίη, ὀφθαλμίη, λέπρη, λειχὴν, ἀρθρῖτις· ἔμπηροι δὲ πολλάκις ἀπὸ τῶνδε γίνονται πουλλοὶ, ἀπόπληκτοι μὲν χεῖρας καὶ πόδας, καὶ φωνῆς ἀκρατέες, καὶ παραπλῆγες ὑπὸ μελαίνης χολῆς, χωλοὶ δὲ ὑπὸ ἰσχιάδων, ὄμματα δὲ πηροῦνται καὶ ἀκοὴν ὑπὸ φλέγματος καταστηρίξαντος. Μακρὰ δὲ τάδε ἀνάγκη εἶναι, φθίσιν, δυσεντερίην, ποδάγρην, κέδματα, φλέγμα λευκὸν, ἰσχιάδα, στραγγουρίην, γεραιτέροισι δὲ νεφρῖτιν, γυναιξὶ δὲ ῥόον αἱματώδη, αἱμοῤῥοΐδας, σύριγγας. Καῦσος δὲ, φρενῖτις, περιπλευμονίη, κυνάγχη, σταφυλὴ, πλευρῖτις, ταχέως κρίνει. Μεταπίπτει δὲ τάδε· ἐκ πλευρίτιδος·

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]