Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

θεραπεύηται, ἀκαίρως θεραπεύεται· καὶ ἢν τοῦ ἦρος δέῃ θεραπευθῆναι, θεραπεύηται δὲ χειμῶνος, ἢ τοῦ μὲν χειμῶνος δέῃ, τοῦ θέρεος δὲ θεραπεύηται· ἢ ὅ τι ἤδη δεῖ θεραπεύεσθαι, τοῦτο ἀναβάλληται ἢ ὅ τι ἀναβάλλεσθαι δεῖ, τοῦτ’ ἤδη θεραπεύηται· τὰ τοιαῦτα ἀκαίρως θεραπεύεται.

6. Ὀρθῶς δὲ ἐν αὐτῇ καὶ οὐκ ὀρθῶς τὰ τοιάδε· οὐκ ὀρθῶς μὲν, τήν τε νοῦσον ἑτέρην ἐοῦσαν ἑτέρην φάναι εἶναι, καὶ μεγάλην ἐοῦσαν σμικρὴν φάναι εἶναι, καὶ σμικρὴν ἐοῦσαν, μεγάλην, καὶ περιεσομένον μὴ φάναι περιέσεσθαι, καὶ μέλλοντα ἀπολεῖσθαι μὴ φάναι ἀπολεῖσθαι, καὶ ἔμπυον ἐόντα μὴ γινώσκειν, μηδὲ, νούσου μεγάλης τρεφομένης ἐν τῷ σώματι, γινώσκειν, καὶ φαρμάκου δεόμενον ὁκοιουοῦν δὴ μὴ γινώσκειν· καὶ τὰ δυνατὰ μὴ ἐξιῆσθαι, καὶ τὰ ἀδύνατα φάναι ἐξιήσεσθαι. Ταῦτα μὲν οὖν ἐστι κατὰ γνώμην οὐκ ὀρθῶς· κατὰ δὲ χειρουργίην τάδε· πῦον ἐν ἕλκει ἐνεὸν ἢ ἐν φύματι μὴ γινώσκειν, καὶ τὰ κατήγματα καὶ τὰ ἐκπτώματα μὴ γινώσκειν, καὶ μηλῶντα κατὰ κεφαλὴν μὴ γινώσκειν εἰ τὸ ὀστέον κατέηγε, μηδ’ ἐς κύστιν αὐλίσκον καθιέντα δύνασθαι καθιέναι, μηδὲ λίθου ἐν κύστει ἐνεόντος γινώσκειν, μηδ’ ἔμπυον ἐόντα διασείοντα γινώσκειν, καὶ τάμνοντα ἢ καίοντα ἐλλείπειν ἢ τοῦ βάθεος ἢ τοῦ μήκεος· ἢ καίειν τε καὶ τάμνειν ἃ οὐ χρή. Καὶ ταῦτα μὲν οὐκ ὀρθῶς· ὀρθῶς δὲ, τά τε νουσήματα γινώσκειν ἅ τέ ἐστι καὶ ἀφ’ ὅτων, καὶ τὰ μακρὰ αὐτῶν καὶ τὰ βραχέα, καὶ τὰ θανάσιμα, καὶ τὰ μὴ θανάσιμα, καὶ τὰ μεταπίπτοντα καὶ τὰ αὐξανόμενα καὶ τὰ μαραινόμενα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρὰ, καὶ θεραπεύοντα τὰ μὲν ἀνυστὰ ἐκθεραπεύειν,

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]