Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

ὑγιαίνεται· ἡ γὰρ σὰρξ ἡ τοῦ ἕλκεος ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ σῶματι ἕψεται, καὶ ὑπερυγραίνεται, ὥστε μὴ δύνασθαι μήτε ξηρανθῆναι, μήτε σαρκοφυῆσαι, μήτε ὑγιανθῆναι· ἀλλ’ ὅκοταν ὁ χρόνος προΐῃ, τελευτᾷ πάσχων τὰ τοιαῦτα, ἃ καὶ ἐν τῇ πρόσθεν εἴρηται. Ἢν δὲ τύχῃ ὥστε τρωθῆναί τι τῶν φλεβίων τῶν παχυτέρων, καὶ ἔσω ῥυῇ τὸ αἷμα καὶ ἐνσαπῇ, ἔμπυος γίνεται· καὶ ἢν μὲν τοῦτο τὸ πῦον πτυσθῇ πᾶν, καὶ ἡ φλὲψ ἡ τετρωμένη στεγνωθῇ, καὶ τὸ ἕλκος ὑγιανθῇ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ μὴ δύνηται μήτε τὸ ἕλκος συμφυῆναι, μήτε ἡ φλὲψ στεγνωθῆναι, ἀλλ’ ἄλλοτε καὶ ἄλλοτε ἀναδιδῷ αἷμα, καὶ ἢ παραυτίκα ἐμέηται ἢ πτύηται, ἢ καὶ σήπηται καὶ πῦον πτύηται, διαφθείρεται ὡς τὰ πολλὰ, ἢ παραυτίκα ἐμέων αἷμα, ἢ ὑστέρῳ χρόνῳ, ὑφ’ ὧν καὶ ἐν τῇ πρόσθεν εἴρηται διαφθειρόμενος. Πολλάκις δὲ ὅσοι τι τῶν φλεβίων ἔσω τιτρώσκονται ὑπὸ τρωμάτων, ἢ ὑπό τινων πόνων, ἢ γυμνασίων, ἢ ὑπ’ ἄλλου του, ὁκόταν συμφυῇ καὶ δοκέῃ ὑγιὲς εἶναι τὸ φλέβιον, ἀναῤῥήγνυται ὕστερον χρόνῳ· ἀναῤῥήγνυται δὲ ὑπὸ τῶν αὐτῶν, ὑφ’ ὧν περ καὶ πρόσθεν· ὁκόταν δὲ ἀναῤῥαγῇ, αἱμοῤῥοέει, καὶ παραυτίκα ἀπόλλυνται ἐμέοντες αἷμα πολλόν τε καὶ πολλάκις, ἢ ἄλλοτε μὲν καὶ ἄλλοτε αἷμα ἐμέουσι πρόσφατον, πῦον δὲ πτύοντες ἀνὰ πάσην ἡμέρην πολλόν τε καὶ παχὺ, διεφθάρησαν τρόπῳ τοιούτῳ ἢ παραπλησίῳ, ὡς καὶ ἐν τῇσιν ἄλλῃσι νούσοισιν εἴρηται.

22. Τοῖσι δὲ ταῦτα τὰ νουσήματα ἔχουσι καὶ ὅσα τοιαῦτα, διαφέρει ἐς τὸ εὐπετεστέρως τε ἀπαλλάσσειν καὶ δυσπετεστέρως ἀνήρ τε γυναικὸς, καὶ νεώτερος γεραιτέρου, καὶ γυνὴ νεωτέρη παλαιοτέρης,

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]