Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

καὶ πρὸς τούτοισιν ἡ ὥρη τοῦ ἔτεος, ἐν ᾗ ἂν νοσέωσι, καὶ ἢν ἐξ ἑτέρης νούσου νοσέωσιν, ἢ μὴ ἐξ ἑτέρης· διαφέρει δὲ καὶ πάθημα παθήματος μέζον τε καὶ ἔλασσον, καὶ χρὼς χρωτὸς, καὶ θεραπείη θεραπείης. Τούτων δὲ οὕτω διαφερόντων, ἀνάγκη διαφέρειν καὶ τὸν χρόνον, καὶ τοῖσι μὲν πλέω γίνεσθαι, τοῖσι δὲ ἐλάσσω, καὶ ἀπόλλυσθαι ἢ μὴ, καὶ τοῖσι μὲν παραμόνιμά τε εἶναι καὶ μέζω, τοῖσι δὲ ἐλάσσω τε καὶ ὀλιγοχρόνια, τοῖσι δὲ παραμένειν ἐς τὸ γῆρας τὰ νουσήματα καὶ συναποθνήσκειν, τοὺς δὲ ἀπόλλυσθαι δι’ ὀλίγου ὑπ’ αὐτῶν. Καὶ ὁκόσοι μὲν νεώτεροι πάσχουσί τι τούτων, ὅσα εἴρηται ἀπὸ πόνων παθήματα γίνεσθαι, πάσχουσι πλέω τε καὶ ἰσχυρότερα καὶ ἀλγέουσι μᾶλλον τῶν ἄλλων, καὶ παραυτίκα ἔκδηλα αὐτοῖσιν, ὥστε ἢ πτύσαι αἷμα ἢ ἐμέσαι, τὰ δὲ καὶ γινόμενα λανθάνει αὐτοὺς ὑπὸ εὐεξίης τοῦ σώματος· οἱ δὲ γεραίτεροι πάσχουσι μὲν ὀλιγάκις, καὶ ὅταν πάθωσιν, ἀσθενέστερα πάσχουσιν, ἅτε ἀσθενέστεροι ἐόντες, καὶ ἐπαΐουσι μᾶλλον, καὶ ἐπιμελέονται μᾶλλον τῶν παθημάτων. Γίνεται οὖν τὴν ἀρχὴν τὸ παράπαν ἧσσον τῷ γεραιτέρῳ ἢ τῷ νεωτέρῳ· καὶ ὁκόταν γένηται, τῷ μὲν γεραιτέρῳ ἀσθενέστερα γίνεται, τῷ δὲ νεωτέρῳ ἰσχυρότερα. Καὶ τῷ μὲν νεωτέρῳ, ἅτε τοῦ σώματος τόνον τε ἔχοντος καὶ ξηρασίην, καὶ τὴν σάρκα πυκνήν τε καὶ ἰσχυρὴν καὶ πρὸς τοῖσιν ὀστέοισι προσκαθημένην, καὶ περὶ αὐτὴν τοῦ δέρματος περιτεταμένου, ὁκόταν τι πονέσῃ πλέον τοῦ εἰωθότος, μᾶλλον καὶ ἐξαίφνης, σπασμοί τε γίνονται ἰσχυροὶ, καὶ ῥήγματα πολλά τε καὶ παντοῖα τῶν φλεβῶν καὶ τῶν σαρκῶν· καὶ τούτων τὰ μὲν παραυτίκα ἔκδηλα γίνεται, τὰ δ’ ὕστερον χρόνῳ ἀναφαίνεται. Τοῖσι δὲ γεραιτέροισι τόνος ἰσχυρὸς οὐκ ἔνι, αἵ τε σάρκες περὶ τὰ ὀστέα περιῤῥέουσι, καὶ τὸ δέρμα περὶ τὰς σάρκας, καὶ αὐτὴ ἡ σὰρξ

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]