Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

δ’ αὐτὸ καὶ ἐς περιπλευμονίην ἐκ καύσου τε καὶ πλευρίτιδος μάλιστα μεθίσταται τὰ νουσήματα· ὁκόταν γὰρ ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ’ ἑωυτὴν, καὶ ὑποδέχεται ὁ πλεύμων, καὶ γίνεται περιπλευμονίη, καὶ ὡς τὰ πολλὰ ἀπόλλυνται, ἅτε ἀσθενέες ἤδη ἐόντες, καὶ, ἑτέρης νούσου καινῆς ἐπιγεννηθείσης, οὐ δυνάμενοι τὰς ἡμέρας διατελέειν, ἄχρις οὗ τὸ σίαλον πεπανθῇ ἐν τῷ πλεύμονι, ἀλλ’ ὡς τὰ πολλὰ ἀπόλλυνται ὑπὸ ἀσθενείης· ἔνιοι δὲ περιγίνονται. Ὅσον δὲ ἐς τὴν κύστιν συῤῥεῖ χολῆς, οὐρέεται παχύ· παχὺ δὲ ὑπὸ φλέγματος καὶ χολῆς διαχωρέει, ὅταν διαχωρέῃ, ὑπὸ τοῦ ξυγκεκαῦσθαι ἐν τῇ κοιλίῃ τὰ ἐνέοντα.

30. Φρενῖτις δὲ ὧδε ἔχει· τὸ αἷμα τὸ ἐν τῷ ἀνθρώπῳ πλεῖστον ξυμβάλλεται μέρος συνέσιος· ἔνιοι δὲ λέγουσι, τὸ πᾶν· ὁκόταν οὖν χολὴ κινηθεῖσα ἐς τὰς φλέβας καὶ ἐς τὸ αἷμα ἐσέλθῃ, διεκίνησε καὶ διώῤῥωσε τὸ αἷμα ἐκ τῆς ἐωθυίης συστάσιός τε καὶ κινήσιος, καὶ διεθέρμηνε· διαθερμανθὲν δὲ διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ παρανοέει τε ὥνθρωπος καὶ οὐκ ἐν ἑωυτῷ ἐστιν ὑπὸ τοῦ πυρετοῦ τοῦ πλήθεος καὶ τοῦ αἵματος τῆς διοῤῥώσιός τε καὶ κινήσιος γενομένης οὐ τῆς ἐωθυίης. Προσεοίκασι δὲ μάλιστα οἱ ὑπὸ τῆς φρενίτιδος ἐχόμενοι τοῖσι μελαγχολῶσι κατὰ τὴν παράνοιαν· οἵ τε γὰρ μελαγχολώδεες, ὁκόταν φθαρῇ τὸ αἷμα ὑπὸ χολῆς καὶ φλέγματος, τὴν νοῦσον ἴσχουσι καὶ παράνοοι γίνονται, ἔνιοι δὲ καὶ μαίνονται· καὶ ἐν τῇ φρενίτιδι ὡσαύτως· οὕτω δὲ ἧσσον ἡ μανίη τε καὶ ἡ παραφρόνησις γίνεται, ὅσῳ περ ἡ χολὴ τῆς χολῆς ἀσθενεστέρη ἐστίν.

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]