Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Affectionibus (Affections)

Littré 1849

26. Τεινεσμὸς ὅταν λάβῃ, διαχωρέει αἷμα μέλαν καὶ μύξα, καὶ πόνος ἐν τῇ κάτω κοιλίῃ γίνεται, καὶ μάλιστα ὅταν ἐς ἄφοδον ἵζῃ· τούτου ξυμφέρει τὴν κοιλίην διυγραίνειν καὶ λιπαίνειν καὶ ἀλεαίνειν, καὶ ὑπάγειν τὰ ἐνεόντα, καὶ λούειν θερμῷ, πλὴν τῆς κεφαλῆς. Φιλέει δὲ ἡ νοῦσος αὕτη τὰ σιτία πλείω τελέειν· οἱ γὰρ στρόφοι κενουμένης τῆς κοιλίης ὑπὸ τοῦ αἵματος διεξιόντος καὶ τῆς μύξης καὶ προσπιπτόντων πρὸς τὸ ἔντερον γίνονται· ἐνόντων δὲ τῶν σιτίων, ἧσσον δῆξιν παρέχει τῷ ἐντέρῳ. Καὶ γίνεται μὲν ἀπὸ τῶν αὐτῶν, ὧν καὶ ἡ δυσεντερίη, ἀσθενεστέρη δὲ καὶ ὀλιγοχρονίη, καὶ οὐ θανατώδης.

27. Ὅταν δὲ ἐξ οἴνου ἢ εὐωχίης χολέρη λάβῃ ἢ διάῤῥοια, τῇ μὲν διαῤῥοίῃ ξυμφέρει διανηστεύειν, καὶ ἢν δίψος ἔχῃ, οἶνον διδόναι γλυκὺν, ἢ στέμφυλα γλυκέα, ἐς ἑσπέρην δὲ διδόναι ταῦτα, ἃ καὶ τοῖσιν ὑπὸ φαρμάκου κεκαθαρμένοισιν· ἢν δὲ μὴ παύηται, ἐθέλῃς δὲ παῦσαι, ἔμετον ἀπὸ σιτίου ἢ φακίου ποιῆσαι· καὶ παραχρῆμα ἀνέσπασται ἄνω ἡ κάτω ἄφοδος· καὶ ἢν διακλύσῃς χυλῷ φακῶν ἢ ἐρεβίνθων, καὶ οὕτω πεπαύσεται. Τῇ δὲ χολέρῃ ξυμφέρει, ἢν μὲν ὀδύνη ἔχῃ, διδόναι ἃ γέγραπται ἐν τοῖσι φαρμάκοισι παύοντα τὴν ὀδύνην, τὴν δὲ κοιλίην θεραπεύειν τήν τε ἄνω καὶ τὴν κάτω, διυγραίνοντα πόμασι, καὶ μαλάσσοντα τὸ σῶμα λουτροῖσι θερμοῖσι, πλὴν τῆς κεφαλῆς· καὶ ὅ τε ἔμετος οὕτως εὐπετέστερος γίνεται, ἢν ἐσίῃ τι ὑγρὸν, καὶ τὰ προσεστηκότα ἄνω ἀπεμέεται, καὶ ἡ κάτω ὑποχώρησις μᾶλλον διαχωρέει· ἢν δὲ κενὸς ᾖ, ἐμέεται βιαίως, καὶ ὑποχωρέει βιαιότερον· ἐς ἑσπέρην δὲ διδόναι καὶ τούτῳ, ὅσαπερ τῷ φαρμακοποτέοντι.

Work

Title: Hippocrates: De Affectionibus
English: Affections
Original: Περὶ παθῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 208-270

Publisher: Baillière, Paris

Download

Hipp-Gr_041.xml [96 Kb]