Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta (Regimen)

Littré 1849

τοῖσι διαιτήμασιν ἕπεσθαι τῇ ὥρῃ διαποικίλλοντα φαυλοτέροισι καὶ κουφοτέροισι, τοῖσί τε σιτίοισι καὶ τοῖσι ποτοῖσι καὶ πόνοισι, προσάγοντα ἡσυχῇ πρὸς τὸ ἦρ. Ὁκόταν δὲ ἰσημερίη γένηται, ἤδη μαλακώτεραι αἱ ἡμέραι καὶ μακρότεραι, αἱ νύκτες δὲ βραχύτεραι καὶ ἡ ὥρη ἡ ἐπιοῦσα θερμή τε καὶ ξηρὴ, ἡ δὲ παρεοῦσα τρόφιμός τε καὶ εὔκρητος. Δεῖ οὖν, ὥσπερ καὶ τὰ δένδρεα παρασκευάζεται ἐν ταύτῃ τῇ ὥρῃ αὐτὰ αὐτοῖσιν ὠφελείην ἐς τὸ θέρος, οὐκ ἔχοντα γνώμην, αὔξησίν τε καὶ σκιὴν, οὕτω καὶ τὸν ἄνθρωπον· ἐπεὶ γὰρ γνώμην ἔχει, τῆς σαρκὸς τὴν αὔξησιν δεῖ ὑγιηρὴν παρασκευάζειν. Χρὴ οὖν, ὡς μὴ ἐξαπίνης τὴν δίαιταν μεταβάλλειν, διελεῖν τὸν χρόνον ἐς μέρεα ἓξ κατὰ ὀκτὼ ἡμέρας. Ἐν γοῦν τῇ πρώτῃ μοίρῃ χρὴ τῶν τε πόνων ἀφαιρέειν καὶ τοῖσι λοιποῖσιν ἠπιωτέροισι χρέεσθαι, τοῖσί τε σιτίοισι μαλακωτέροισι καὶ καθαρωτέροισι, τοῖσί τε πόμασιν ὑδαρεστέροισι καὶ λευκοτέροισι, καὶ τῇ πάλῃ σὺν τῷ ἐλαίῳ ἐν τῷ ἡλίῳ χρέεσθαι· ἐν ἑκάστῃ δὲ τῇ ὥρῃ ἕκαστα τῶν διαιτημάτων μεθιστάναι κατὰ μικρόν· καὶ τῶν περιπάτων ἀφαιρέειν, τῶν ἀπὸ μὲν τοῦ δείπνου τοὺς πλέους, τῶν δὲ ὀρθρίων τοὺς ἐλάσσους· καὶ τῆς μάζης ἀντὶ τῶν ἄρτων προστίθεσθαι, καὶ τῶν λαχάνων τῶν ἑψανῶν προσάγειν, καὶ τὰ ὄψα ἀνισάζειν τὰ ἑφθὰ τοῖσιν ὀπτοῖσι, λουτροῖσί τε χρέεσθαι, καί τι καὶ ἐναριστῇν μικρὸν, ἀφροδισίοισι δὲ ἐλάσσοσι· καὶ τοῖσιν ἐμέτοισι, τὸ μὲν πρῶτον ἐκ τῶν δύο ποιέεσθαι, εἶτα διὰ πλείονος χρόνου, ὅκως ἂν καταστήσῃ τὸ σῶμα σεσαρκωμένον καθαρῇ σαρκὶ, καὶ τὴν δίαιταν μαλακὴν ἐν τουτέῳ τῷ χρόνῳ μέχρι πλειάδων ἐπιτολῆς.

Work

Title: Hippocrates: De Diaeta
English: Regimen
Original: Περὶ διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 466-662

Publisher: Baillière, Paris

Download

Hipp-Gr_047.xml [263 Kb]