Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

65. Νοῦσος ἡ καλουμένη λήθαργος· βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύει πουλὺ καὶ ὑγρὸν, καὶ φλυηρέει, καὶ ὅταν παύσηται φλυηρέων, εὕδει, καὶ ἀποπατέει κάκοδμον. Τοῦτον πιπίσκειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπιπίσκειν οἶνον λευκὸν οἰνώδεα, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης· ξυμμίσγειν δὲ σίδης χυλὸν· καὶ οἶνον ἐπιπίνειν οἰνώδεα λευκὸν, καὶ μὴ λούειν. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὑγιὴς γίνεται.

66. Ἑτέρη νοῦσος ἡ λεγομένη αὐαντή· οὐκ ἀνέχεται ἄσιτος οὐδὲ βεβρωκὼς, ἀλλ’ ὅταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ καρδιώσσει, καὶ ἐμέει ἄλλοτε ἀλλοῖα, καὶ χολὴν καὶ σίαλα καὶ λάπην καὶ δριμὺ, καὶ ἐπὴν ἐμέσῃ, ῥᾴων δοκέει εἶναι ἐπ’ ὀλίγον· ἐπὴν δὲ φάγῃ, ἐρύγματά οἱ γίνεται, καὶ φλογιᾷ, καὶ ἀποπατήσειν αἰεὶ οἴεται πουλύ· ἐπὴν δὲ καθίζηται, φῦσα ὑποχωρέει· καὶ τὴν κεφαλὴν ὀδύνη ἔχει, καὶ τὸ σῶμα πᾶν ὥσπερ ῥαφὶς κεντέειν δοκέει ἄλλοτε ἄλλῃ, καὶ τὰ σκέλεα βαρέα καὶ ἀσθενέα, καὶ μινύθει καὶ ἀσθενὴς γίνεται. Τοῦτον φάρμακον πιπίσκειν, πρῶτον μὲν κάτω, ἔπειτα δὲ ἄνω, καὶ τὴν κεφαλὴν καθαίρειν· καὶ σιτίων ἀπέχεσθαι γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων καὶ θωρηξίων· ἐμέειν δὲ τοῖσι χυλοῖσι καὶ ἀπὸ σιτίων, καὶ τὴν ὥρην ὄνου γάλα ἢ ὀῤῥὸν πιπίσκων, φάρμακον προσπῖσαι, ὁκοτέρου ἄν σοι δοκέῃ μᾶλλον δεῖσθαι· ψυχρολουτέειν δὲ τὸ θέρος καὶ τὸ ἔαρ, τὸ φθινόπωρον δὲ καὶ τὸν χειμῶνα ἀλείμματι χρῆσθαι, καὶ περιπατέειν, καὶ γυμνάζεσθαι ὀλίγα· ἢν δὲ ἀσθενέστερος ᾖ ἢ ὥστε γυμνάζεσθαι, ὁδοιπορίῃ χρῆσθαι· καὶ σιτίοισι ψυχροῖσι

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]