De Morbis II (Diseases II)
Littré 1851
ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.
1. Οὐρέεται πολλὸν ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή· τήκεται γὰρ ἐν αὐτῇ τὸ φλέγμα· τηκόμενον δὲ χωρέει τὸ μὲν ἐς τὰς ῥῖνας, τὸ δὲ ἐς τὸ στόμα, τὸ δὲ διὰ τῶν φλεβῶν αἳ ἄγουσιν ἐς τὸ αἰδοῖον· ὅταν δὲ ἐς τὸ αἰδοῖον ἀφίκηται, οὐρέει καὶ πάσχει οἷά περ ὑπὸ στραγγουρίης. Ἀμβλυώσσουσι δὲ, ὅταν ἐς τὰ ἐν τοῖσιν ὀφθαλμοῖσι φλέβια ἐσέλθῃ φλέγμα· ὑδαρεστέρη τε γὰρ γίνεται ἡ ὄψις καὶ θολερωτέρη, καὶ τὸ λαμπρὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁμοίως λαμπρόν ἐστιν, οὐδὲ καταφαίνεται ἐν αὐτῷ, ἐὰν ἐθέλῃ ὁρᾷν, ὁμοίως ὡς καὶ ὅτε λαμπρὸς καὶ καθαρὸς ἦν. Οὗτος ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα ὑγιάζεται. Ἢν δὲ χρόνῳ ὕστερον πολλῷ ὑποστρέψῃ ἡ νοῦσος, τὸ δέρμα τῆς κεφαλῆς παχύνεται, καὶ τὸ ἄλλο σῶμα αἴρεται καὶ παχύνεται καὶ εὐχροέει. Τούτῳ τὸ φλέγμα ἐς τὰς σάρκας τρέπεται, καὶ ὑπὸ τούτου δοκέει παχὺς εἶναι· αἱ γὰρ σάρκες, ἅτε διάβροχοι ἐοῦσαι καὶ ἠρμέναι καὶ ἀραιότεραι, ἕλκουσιν ἐκ τῶν φλεβῶν αἷμα, καὶ διὰ τοῦτο δοκέουσιν εὔχροοι εἶναι.
2. Ἑτέρη νοῦσος· ἡ κεφαλὴ ἑλκέων καταπίμπλαται, καὶ τὸ σῶμα οἰδέει, καὶ ἡ χροιὴ ἰκτερώδης, καὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἕλκεα ἐκφύει, καὶ πυρετὸς λαμβάνει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥεῖ. Τούτῳ, ὅταν ἐν τῇ κεφαλῇ φλέγμα ὑπόχολον ἐντραφῇ, τὰ μὲν ἕλκεα γίνεται, ὅταν τὸ βρέγμα διάβροχον γένηται τῷ φλέγματι καὶ τῇ χολῇ, καὶ ἀραιὸν ἔῃ καὶ ἅλες τὸ φλέγμα καὶ ἡ χολή· ἵσταται γὰρ τοῦτο καὶ σήπεται καὶ ἑλκοῦται· ἐς δὲ τὰ ὦτα λεπτυνόμενον τὸ φλέγμα διαδιδοῖ. Ἐν δὲ τῷ ἄλλῳ σώματι τά τε ἕλκεα κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῇ κεφαλῇ γίνεται, συσσηπομένου τοῦ αἵματος
Work
Title: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 8-114
Publisher: Baillière, Paris
Download
Hipp-Gr_048.xml [165 Kb]