Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

68. Πελίη νοῦσος· πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ τὰ σπλάγχνα ὀδύνη ἔχει, καὶ ἐμέει χολὴν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾷν, ἀλλὰ βαρύνεται· καὶ ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ ἡ χροιὴ πελιδνὴ, καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ, καὶ ἐξορᾷ ὡς ἀγχόμενος· ἐνίοτε καὶ τὴν χροιὴν μεταβάλλει, καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. Τοῦτον φάρμακον πιπίσκειν καὶ κάτω καὶ ἄνω, καὶ ὑποκλύζειν, καὶ ἀπὸ τῆς κεφαλῆς ἀποκαθαίρειν, καὶ θερμῷ ὡς ἥκιστα λούειν, ἀλλὰ ἐπὴν λούηται, εἱληθερεῖν, καὶ ὀῤῥὸν τὴν ὥρην καὶ γάλα ὄνου πιπίσκειν, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι καὶ ψυχροῖσιν, ἀπεχόμενον τῶν δριμέων καὶ τῶν ἁλμυρῶν· λιπαρωτέροισι δὲ καὶ γλυκυτέροισι καὶ πιοτέροισι χρήσθω. Ἡ δὲ νοῦσος ὡς τὰ πολλὰ συναποθνήσκει τῷ κάμνοντι.

69. Νοῦσος ἐρυγματώδης· ὀδύνη λάζεται ὀξέη, καὶ πονέει ἰσχυρῶς, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν, καὶ βοᾷ, καὶ ἐρεύγεται θαμινὰ, καὶ ἐπὴν ἀπερύγῃ, δοκέει ῥᾴων εἶναι· πολλάκις δὲ καὶ χολὴν ἀπεμέει ὀλίγην ὅσον βρόχθον· καὶ ὀδύνη λαμβάνει ἀπὸ τῶν σπλάγχνων ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν λαπάρην, καὶ ἐπὴν τοῦτο γένηται, ῥᾴων δοκέει εἶναι, καὶ ἡ γαστὴρ φυσᾶται καὶ σκληρὴ γίνεται καὶ ψοφέει, καὶ ἡ φῦσα οὐ διαχωρέει οὐδὲ ὁ ἀπόπατος. Τοῦτον ἢν ὀδύνη ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι· ὅταν δὲ ἐν τῇ γαστρὶ ἡ ὀδύνη ᾖ καὶ ἡ φῦσα, ὑποκλύζειν, καὶ τῆς λινοζώστιος ἑψῶν τὸν χυλὸν ξυμμίσγειν τῆς πτισάνης τῷ χυλῷ, καὶ ἐπιπίνειν οἶνον

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]