De Morbis II (Diseases II)
Littré 1851
γλυκὺν ὑδαρέα· σιτίον δὲ μὴ προσφέρειν ἔστ’ ἂν ἡ ὀδύνη χαλάσῃ· πινέτω δὲ ἓξ ἡμέρας, ἐκ νυκτὸς στέμφυλα βρέχων γλυκέα, τὸ ὕδωρ τὸ ἀπὸ τούτων· ἢν δὲ μὴ ἔχῃ στέμφυλα, μέλι καὶ ὄξος ἑφθόν· ἐπὴν δὲ τῆς ὀδύνης ἀποκινήσῃ, φαρμάκῳ κάτω τὴν κοιλίην καθαίρειν· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι καὶ ὑποχωρητικοῖσι, καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι, κρέασι δὲ ὀρνιθείοισι καὶ μηλείοισιν ἑφθοῖσι, καὶ τεῦτλα καὶ κολοκύνθην, τῶν δ’ ἄλλων ἀπέχεσθαι. Ἡ δὲ νοῦσος ὅταν μὲν νέον λάβῃ, χρόνῳ ἐξέρχεται· ἢν δὲ πρεσβύτερον, συναποθνήσκει.
70. Νοῦσος φλεγματώδης· λάζεται μὲν καὶ ἄνδρα, μᾶλλον δὲ γυναῖκα· καὶ παχείη μέν ἐστι καὶ εὔχρως, ὁδοιπορέουσα δὲ ἀσθενέει, μάλιστα δὲ ἐπὴν πρὸς αἶπος ἴῃ· καὶ πυρετὸς λεπτὸς λαμβάνει, ἐνίοτε καὶ πνίγμα· καὶ ἀπεμέει μὲν, ὅταν ἄσιτος ᾖ, χολὴν καὶ σίαλα πολλὰ, πολλάκις δὲ καὶ ὅταν φάγῃ, τοῦ δὲ σιτίου οὐδέν· καὶ ὅταν πονήσῃ, ὀδυνᾶται ἄλλοτε ἄλλῃ τὸ στῆθος καὶ τὸ μετάφρενον, καὶ καταπίμπλαται πομφῶν ὡς ὑπὸ κνίδης. Τοῦτον φάρμακον πιπίσκειν, καὶ ὀῤῥὸν καὶ γάλα ὄνου πινέτω ἢν δὲ ὀῤῥοποτέῃ, προπῖσαι φάρμακον κάτω ὡς πλείστας ἡμέρας· καὶ ἢν ἀπολήγῃ τῆς ὀῤῥοποτίης, μεταπιέτω γάλα ὄνειον· ἐπὴν δὲ πίνῃ, σιτίων μὲν ἀπεχέσθω· οἶνον δὲ πινέτω ὡς ἥδιστον, ἐπὴν παύσηται καθαιρόμενος· ἐπὴν δὲ ἀπολήξῃ τῆς πόσιος, ἀριστιζέσθω μὲν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίῳ ὡς μαλθακωτάτῳ χρήσθω καὶ ἐλαχίστῳ· ἀπεχέσθω δὲ πιόνων καὶ γλυκέων καὶ ἐλαιηρῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε, μάλιστα τοῦ
Work
Title: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 8-114
Publisher: Baillière, Paris
Download
Hipp-Gr_048.xml [165 Kb]