Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

οἷον ἄκανθα καὶ κεντέειν, καὶ ἄση αὐτὸν λάζεται, καὶ τὸ φῶς φεύγει καὶ τοὺς ἀνθρώπους, καὶ τὸ σκότος φιλέει, καὶ φόβος λάζυται, καὶ αἱ φρένες οἰδέουσιν ἐκτὸς, καὶ ἀλγέει ψαυόμενος, καὶ φοβεῖται, καὶ δείματα ὁρᾷ καὶ ὀνείρατα φοβερὰ καὶ τοὺς τεθνηκότας ἐνίοτε· καὶ ἡ νοῦσος ἐνίοτε τοὺς πλείστους λαμβάνει τοῦ ἦρος. Τοῦτον πιπίσκειν ἑλλέβορον, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὴν κάθαρσιν τῆς κεφαλῆς κάτω πῖσαι φάρμακον, καὶ μετὰ ταῦτα πίνειν γάλα ὄνου· σιτίοισι δὲ χρῆσθαι ὡς ἐλαχίστοισιν, ἢν μὴ ἀσθενὴς ᾖ, καὶ ψυχροῖσι καὶ διαχωρητικοῖσι καὶ μὴ δριμέσι μηδ’ ἁλμυροῖσι μηδὲ λιπαροῖσι μηδὲ γλυκέσι· μηδὲ θερμῷ λούσθω, μηδὲ οἶνον πινέτω, ἀλλὰ μάλιστα μὲν ὕδωρ· εἰ δὲ μὴ, οἶνον ὑδαρέα· μηδὲ γυμναζέσθω, μηδὲ περιπατείτω. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου χρόνῳ· ἢν δὲ μὴ ἐπιμελήσῃ, ξυναποθνήσκει.

73. Μέλαινα νοῦσος· μέλαν ἐμέει οἷον τρύγα, ὁτὲ μὲν αἱματῶδες, ὁτὲ δὲ οἷον οἶνον τὸν δεύτερον, ὁτὲ δὲ οἷον πολύπου θολὸν, ὁτὲ δὲ δριμὺ οἷον ὄξος, ὁτὲ δὲ σίαλον καὶ λάπην, ὁτὲ δὲ χολὴν χλωρήν· καὶ ὅταν μὲν τὸ μέλαν τὸ αἱματῶδες ἐμέῃ, δοκέει οἷον φόνου ὄζειν, καὶ ἡ φάρυγξ καὶ τὸ στόμα καίεται ὑπὸ τοῦ ἐμέσματος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ τὸ ἔμεσμα τὴν γῆν αἴρει, καὶ ἐπὴν ἀπεμέσῃ, δοκέει ῥᾴων εἶναι ἐπ’ ὀλίγον· καὶ οὐκ ἀνέχεται οὔτ’ ἄσιτος ὢν οὔτε πλέον βεβρωκὼς, ἀλλ’ ὁκόταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ τὰ σίαλα ὀξέα· ὅταν δέ τι φάγῃ, βάρος ἐπὶ τοῖσι σπλάγχνοισι, καὶ τὸ στῆθος καὶ τὸ μετάφρενον δοκέει οἷον ῥαφίοισι κεντεῖσθαι, καὶ τὰ πλευρὰ ἔχει ὀδύνη, καὶ πυρετὸς βληχρὸς, καὶ τὴν κεφαλὴν ἀλγέει,

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]