Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ, καὶ τὰ σκέλεα βαρέα, καὶ ἡ χροιὴ μέλαινα, καὶ μινύθει, Τοῦτον φάρμακον πιπίσκειν θαμὰ καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην, καὶ σιτίων ἀπέχειν γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων, καὶ χρῆσθαι ὡς ψυχροτάτοισι καὶ ὑποχωρητικωτάτοισι, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὰς φαρμακοποσίας τὰς ἄνω ἀπὸ τῶν χειρῶν τοῦ αἵματος ἀφιέναι, ἢν μὴ ἀσθενὴς ᾖ· ἢν δὲ ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύζειν μαλθακῷ κλύσματι, καὶ θωρηξίων· ἀπέχεσθαι καὶ λαγνείης· ἢν δὲ λαγνεύῃ, νῆστις πυριᾶσθαι· καὶ τοῦ ἡλίου ἀπέχεσθαι, μηδὲ γυμνάζεσθαι πολλὰ, μηδὲ περιπατέειν, μηδὲ θερμολουτέειν, μηδὲ δριμέα ἐσθίειν μηδὲ ἁλυκά. Ταῦτα ποιέειν, καὶ ἅμα τῇ ἡλικίῃ ἀποφεύγει, καὶ ἡ νοῦσος καταγηράσκει σὺν τῷ σώματι· ἢν δὲ μὴ μελεδανθῇ, συναποθνήσκει.

74. Ἄλλη μέλαινα νοῦσος· ὑπόπυῤῥος καὶ ἰσχνὸς καὶ τοὺς ὀφθαλμοὺς ὑπόχλωρος γίνεται, καὶ λεπτόδερμος καὶ ἀσθενὴς τελέθει· ὅσῳ δ’ ἂν χρόνος πλείων ᾖ, ἡ νοῦσος μᾶλλον πονέει καὶ ἐμέει πᾶσαν ὥρην οἷον σταλαγμὸν ὀλίγον κατὰ δύο βρόχθους, καὶ τὸ σιτίον θαμινὰ, καὶ σὺν τῷ σιτίῳ χολὴν καὶ φλέγμα, καὶ μετὰ τὴν ἔμεσιν ἀλγέει τὸ σῶμα πᾶν, ἔστι δ’ ὅτε καὶ πρὶν ἐμέσαι· καὶ φρῖκαι λεπταὶ καὶ πυρετὸς ἴσχει, καὶ πρὸς τὰ γλυκέα καὶ ἐλαιώδεα μάλιστα ἐμέει. Τοῦτον καθαίρειν χρὴ φαρμάκοισι καὶ κάτω καὶ ἄνω, καὶ μεταπιπίσκειν γάλα· ὄνου, καὶ σιτίοισι· χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσιν, ἰχθύσιν ἀκταίοισι καὶ σελάχεσι καὶ τεύτλοισι καὶ κολοκύντῃσι καὶ κρέασι τετριμμένοισίν, οἶνον δὲ πίνειν λευκὸν οἰνώδεα ὑδαρέστερον· ταλαιπωρίῃ δὲ ἐν περιπάτοισι χρῆσθαι, καὶ μὴ θερμολουτέειν, καὶ τοῦ ἡλίου ἀπέχεσθαι. Ταῦτα ποιέειν, ἡ δὲ νοῦσος θανατώδης μὲν οὔ, ξυγκαταγηράσκει δὲ.

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]