Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

καὶ ὕφαιμον, ὅταν τύχῃ ῥηγματίας ὤν. Τούτῳ ᾗ ἂν ὀδύνη ἔχῃ μάλιστα, προστιθέναι χλιάσματα, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πουλὺς ἔχῃ· ἢν δὲ μὴ, μή· πίνειν δὲ διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων, ἄρτι ὑπόγλυκυ ποιέων, καὶ μεταμίσγειν ὕδωρ, ῥοφάνειν δὲ τὸν χυλὸν τοῦ κέγχρου δὶς τῆς ἡμέρης, καὶ ἐπιπινέτω οἶνον λευκὸν ὑδαρέα, καὶ ἢν ὑπερφύγῃ τὰς τεσσαρεσκαίδεκα ἡμέρας, ὑγιὴς γίνεται.

46. Ἄλλη πλευρῖτις· πυρετὸς ἴσχει καὶ βρυγμὸς καὶ βὴξ ξηρὴ. καὶ ἐκβήσσεται χλωρὰ, ἔστι δ’ ὅτε καὶ πελιδνὰ, καὶ τὸ πλευρὸν ὀδύνη λαμβάνει, καὶ τὸ μετάφρενον ὑπέρυθρον γίνεται, χλιαίνεται δὲ τὴν κεφαλὴν καὶ τὰ στήθεα, ποτὲ δὲ τὴν κοιλίην καὶ τοὺς πόδας καὶ τὰ σκέλεα, καὶ ἀνακαθήμενος μᾶλλον βήσσει, καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὸ ἀποπάτημα πάνυ χλωρὸν καὶ κάκοδμον. Οὗτος ἐν εἴκοσιν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ἐκφύγῃ, ὑγιὴς γίνεται. Τούτῳ, ἔστ’ ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσι, διδόναι πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα· ῥοφέειν δὲ τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἀντὶ δὲ τοῦ μέλιτος ὑπὸ τὸν χυλὸν μίσγειν ῥοιῆς χυλὸν οἰνώδεος, ὅταν ἤδη ὁ χυλὸς ἑφθὸς ᾖ, καὶ λούειν μὴ πολλῷ· ἐπὴν δὲ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἔπειτα ἀριστιζέσθω τὸν κέγχρον, ἐς ἑσπέρην δὲ τοῖσι κρέασι τοῖσιν ὀρνιθίοισι καὶ τῷ ζωμῷ καὶ σιτίοισιν ὀλίγοισι χρήσθω. Τὴν δὲ τοιαύτην νοῦσον ὀλίγοι ἐκφυγγάνουσιν.

47. Περιπλευμονίη· πυρετὸς ἴσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον· τὸ δὲ μακρότατον δύο δεούσας εἴκοσι, καὶ βήσσει ταύτας τὰς ἡμέρας ἰσχυρῶς, καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον σίαλον παχὺ καὶ καθαρὸν ἑβδόμῃ καὶ ὀγδόῃ, ἐπὴν δὲ ὁ πυρετὸς λάβῃ, ἐννάτη καὶ δεκάτῃ ὑπόγλυκυ καὶ πυῶδες, ἔστ’ ἂν αἱ τεσσαρεσκαίδεκα ἡμέραι

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]