Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

πλείων γένηται, ὅ τε πυρετὸς ἰσχυρότερος καὶ ἡ βὴξ ἐπιλαμβάνει, καὶ τὸ πλευρὸν ὀδυνᾶται, καὶ ἐπὶ μὲν τὸ ὑγιὲς οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ἀλγέον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλά τῶν ὀμμάτων. Τοῦτον, ὅταν ἡμέρη πέμπτη καὶ δεκάτη γένηται ἀπὸ τῆς ἐκρήξιος, λούσας πολλῷ θερμῷ, καθίσας ἐπὶ ἐφέδρου, ὅ τι μὴ ὑποκινήσει, ἕτερος μὲν τὰς χεῖρας ἐχέτω, σὺ δὲ τῶν ὤμων σείων, ἀκροάζεσθαι ἐς ὁκότερον ἂν ψοφέῃ· βούλεσθαι δὲ ἐς τὸ ἀριστερὸν ταμέειν ἧσσον γὰρ θανατῶδες. Ἢν δέ ὅσοι ὑπὸ τοῦ πάχεος καὶ τοῦ πλήθεος μὴ ψοφέῃ, ποιέει γὰρ τοῦτο ἐνίοτε, ὁκότερον ἂν ἀποιδέῃ καὶ ὀδυνᾶται μᾶλλον, τοῦτο τάμνειν ὡς κατωτάτω ὄπισθεν τοῦ οἰδήματος μᾶλλον ἢ ἔμπροσθεν, ὅκως σοι ἡ ἔξοδος τοῦ πύου εὔροος ᾖ· τάμνειν δὲ μεταξὺ τῶν πλευρέων στηθοειδέι μαχαιρίδι τὸ πρῶτον δέρμα, ἔπειτα ὀξυβελέϊ, ἀποδήσας ῥάκει, τὸ ἄκρον τῆς μαχαιρίδος λιπὼν ὅσον τὸν ὄνυχα τοῦ δακτύλου τοῦ μεγάλου, καθεῖναι ἔσω· ἔπειτα ἀφεὶς τὸ πῦον ὅσον ἄν σοι δοκέῃ, μοτοῦν ὠμολίνῳ μοτῷ, λίνον ἐκδήσας· ἀφεῖναι δὲ τὸ πῦον ἑκάστης ἡμέρης ἅπαξ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἀφεὶς ἅπαν τὸ πῦον, ὀθονίῳ μοτοῦν· ἔπειτα ἐγχεῖν οἶνον καὶ ἔλαιον χλιαίνων αὐλίσκῳ, ὡς μήτε ὁ πλεύμων ἐξαπίνης ἐωθὼς βρέχεσθαι τῷ πύῳ ἀποξηρανθῇ· ἐξιέναι δὲ τὸ ἔγχυμα τὸ μὲν ἕωθεν ἐς ἑσπέρην, τὸ δ’ ἑσπερινὸν ἕωθεν· ἐπὴν δὲ τὸ πῦον λεπτὸν οἷον ὕδωρ ἦ, καὶ γλίσχρον τῷ δακτύλῳ ψαυόμενον, καὶ ὀλίγον, ἐντιθέναι μοτὸν κασσιτέρινον κοῖλον· ἐπὴν δὲ παντάπασι ξηρανθῇ ἡ κοιλίη, ἀποτάμνων τοῦ μοτοῦ κατὰ μικρὸν, συμφύειν τὸ ἕλκος, ἔστ’ ἂν ἐξέλῃς

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]