Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

τὸν μοτόν. Σημήϊον δὲ ἢν μέλλῃ ἐκφεύξεσθαι, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ καθαρὸν καὶ ἶνες αἵματος ἐνέωσιν, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἢν δὲ οἷον λεκιθοειδὲς ἀποῤῥυῇ τῇ πρώτῃ, ἢ τῇ ὑστεραίῃ ἀποῤῥυῇ παχὺ, ὑπόχλωρον, ὄζον, ἀποθνήσκουσιν, ἐπειδὰν ἐκρυῇ τὸ πῦον.

48. Ἄλλη νοῦσος· ὅταν πλευμᾷ, τὸ σίαλον παχὺ, ὑπόχλωρον, γλυκὺ βήσσεται, καὶ βρυγμὸς, καὶ ὀδύνη ἐς τὸ στέρνον καὶ ἐς τὸ μετάφρενον, καὶ συρίζει ἐν τῇ φάρυγγι λεπτὸν, καὶ ἡ φάρυγξ ξηρὴ γίνεται, καὶ τὰ κύλα ἐρυθρὰ, καὶ ἡ φωνὴ βαρέη, καὶ οἱ πόδες οἰδίσκονται, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ καταλεπτύνονται τὰ ἄνω, καὶ μινύθει, καὶ μυσάσσεται τὸ σίαλον, ἐπὴν ἀποχρεμψάμενος ἔχῃ ἐν τῷ στόματι, καὶ βήσσει τοὺς ὄρθρους καὶ μεσονύκτιον μάλιστα· βήσσει δὲ καὶ τὸν ἄλλον χρόνον· καὶ λαμβάνει μᾶλλον γυναῖκα νεωτέρην ἢ πρεσβυτέρην. Τούτῳ ἢν μὲν αἱ τρίχες ἤδη ἐκ τῆς κεφαλῆς ῥέωσι καὶ ψιλῶται ἤδη ἡ κεφαλὴ ὡς ἐκ νούσου, καὶ πτύοντι ἐπ’ ἄνθρακας βαρὺ ὄζῃ τὸ σίαλον, φάναι αὐτὸν ἀποθανεῖσθαι ἐντὸς ὀλίγου χρόνου, τὸ δὲ κτεῖνον ἔσεσθαι διάῤῥοιαν· ἐπὴν γὰρ ἤδη τὸ πῦον τὸ περὶ τὴν καρδίην σήπηται, τοῦτο ὄζει κνίσης ἐπὶ τοῖσιν ἄνθραξι, καὶ ξυνθερμαινόμενος ὁ ἐγκέφαλος ῥεῖ ἅλμην, ἣ κινεῖ τὴν κοιλίην· σημήϊον δὲ τούτου, ῥέουσιν ἐκ τῆς κεφαλῆς τρίχες. Τοῦτον μὴ ἰᾶσθαι ὅταν οὕτως ἔχῃ· ἢν δὲ καταρχὰς ἐπιτύχῃς τῇ νούσῳ, φάκιον δὸς πιεῖν· εἶτα διαλιπὼν μίην ἡμέρην ἐλλέβορον δοῦναι κεκρημένον ὅκως τὴν κάτω κοιλίην μὴ κινήσῃ, καὶ ἐπὴν ἐς τὸ στόμα τῆς νυκτὸς αὐτῷ φοιτᾷ ἅλμη, πρὸς τὰς ῥῖνας αὐτῷ προστίθει φάρμακα πυκνότερα· ἢν δὲ μὴ ῥέῃ, προστίθει μὲν, διὰ πλέονος δὲ χρόνου, καὶ τοῦ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]