Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

μηνός ἅπαξ προσπιπίσκοντα ἐλλέβορον, ὅσον τοῖσι δυσὶ δακτύλοισιν ἆραι, ἐν οἴνῳ γλυκεῖ κεκρημένον· φάκιον δὲ αὐτίκα δοῦναι ἐπιπίνειν φάρμακα δὲ ὡς ἐλάχιστα πινέτω· ἢν μὲν οἱ πυρετοὶ ὀξύτεροι ἐπιλαμβάνωσι, τὴν ῥίζαν τὴν λευκὴν καὶ τοῦ ἐλλεβόρου λείχειν ἐν μέλιτι δίδου· οὕτω γὰρ ἥκιστα τὴν κοιλίην κινήσει· ἢν δὲ στρόφος ἐγγένηται ἐν τῇ κάτω κοιλίῃ, πρῶτον μὲν κλύσαι κείνῳ ἐς ὃ ὁ κόκκος συμμίσγεται· ἢν δὲ μηδ’ οὕτω παύηται, γάλακτι ὀνείῳ ἑφθῷ κάθηρον· φάρμακον δὲ μὴ δίδου κατωτερικόν. Ἢν δὲ πρὸ τοῦ φαρμακίου προπίνων τὸν ἐλλέβορον χολὴν ἐμέῃ, αὐτῷ τῷ φακίῳ ἐμεέτω. Σιτίοισι δὲ χρήσθω, ἢν μὴ οἱ πυρετοὶ ὀξέες ἔχωσι, κρέασι μηλείοισιν ἑφθοῖσι καὶ ὀρνιθίοισι καὶ κολοκύνθῃ καὶ τεύτλοισι· ζωμὸν δὲ μὴ ῥοφεέτω, μηδὲ βάπτεσθαι· ἰχθύσι δὲ χρήσθω σκορπίοισι καὶ σελάχεσιν ἑφθοῖσι· θερμὸν δὲ μηδὲν ἐσθιέτω· μηδὲ λουέσθω ἢν ὁ πυρετὸς ἔχῃ πολύς· μηδὲ λαχάνοισι δριμέσι χρήσθω, ὅτι μὴ θύμβρῃ ἢ ὀριγάνῳ· οἶνον δὲ λευκὸν πινέτω. Ἢν δὲ ἄπυρος ᾖ, θέρμαι δὲ λαμβάνωσιν ἄλλοτε καὶ ἄλλοτε, ἐσθιέτω ἰχθῦς ὡς ἀρίστους καὶ πιοτάτους, καὶ λιπαρὰ καὶ γλυκέα καὶ ἁλμυρὰ ὡς μάλιστα, καὶ περιπάτοισι χρήσθω μήτε ἐν ἀνέμω μήτε ἐν ἡλίῳ, καὶ ἐμεέτω ἀπὸ τῶν σιτίων, ὅταν οἱ δοκέῃ καιρὸς εἶναι, καὶ λοῦσθαι χλιαρῷ πλὴν τῆς κεφαλῆς· σιτίων δὲ ἰατρὸς ἀμείνων, ὅσοι μὴ μαζοφάγοι εἰσί· τούτοισι δὲ ἀμφότερα συμμίσγειν.

49. Ἑτέρη νοῦσος, ἥτις καλέεται φθόη· βὴξ ἔχει, καὶ τὸ πτύσμα πολλὸν καὶ ὑγρὸν, καὶ ἐνίοτε ῥηϊδίως ἀναβήσσεται, καὶ τὸ πῦον οἷον, χάλαζα, καὶ διατριβόμενον ἐν τοῖσι δακτύλοισι σκληρὸν καὶ κάκοδμον

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]