Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

ἄνω, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι, μετὰ δὲ πῖσαι κάτω· ἐγχειρέειν δὲ βούλεσθαι μάλιστα τοῦ ἦρος· καὶ μεταπῖσαι ὀῤῥὸν ἢ γάλα ὄνειον· βόειον δὲ γάλα διδόναι πιέειν τεσσαράκοντα ἡμέρας· ἐς ἑσπέρην δὲ ἕως ἂν γαλακτοποτέῃ, χόνδρον διδόναι ῥοφεῖν· σιτίων δὲ ἀπεχέσθω. Ἐπὴν δὲ παύσηται γαλακτοποτέων, σιτίοισι διακομίζειν αὐτὸν μαλθακοῖσιν ἐξ ὀλίγου ἀρχόμενος, καὶ παχύνειν ὡς μάλιστα, καὶ ἐνιαυτοῦ θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων καὶ ταλαιπωριέων ὅ τι μὴ περιπάτοισι, φυλασσόμενος τὰ ψύχεα καὶ τὸν ἥλιον· λούσθω δὲ χλιαρῷ.

52. Πλεύμονος νοῦσος· τὸ σίαλον παχὺ καὶ λιγνυῶδες βήσσεται, καὶ ἡ χροιὴ μέλαινα καὶ ὑποιδαλέη, καὶ ὀδύναι λεπταὶ ὑπὸ τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δυσελκέες γίνονται. Ἧσσον δ’ ἐπικίνδυνος τοῦ ἑτέρου οὗτος, καὶ ἐκφυγγάνουσι πλέονες. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ αὐτὸν καὶ τοῖσι φακίοισι μίσγοντα, καὶ ἐγχέειν ἐς τὸν πλεύμονα, καὶ θυμιᾷν, καὶ εὐωχέειν ἀπεχόμενον κρεῶν βοείων καὶ οἰείων καὶ χοιρείων καὶ λαχάνων δριμέων, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμβρῃ· καὶ περιπάτοισι χρήσθω· ἐξ ἠοῦς δὲ πρὸς αἶπος ὁδοιπορέειν νῆστιν· ἔπειτα πίνειν τῶν φύλλων ἐπ’ οἴνῳ ἐπιπάσσοντα κεκρημένῳ· τὸ δὲ λοιπὸν σιτίοισι χρήσθω τοῖσιν εἰρημένοισιν.

53. Ἀρτηρίη τρωθεῖσα· ἢν τρωθῇ ἡ ἀρτηρίη, βὴξ ἔχει, καὶ αἷμα βήσσεται, καὶ λανθάνει ἡ φάρυγξ πιμπλαμένη τοῦ αἵματος, καὶ ἐκβάλλει θρόμβους, καὶ ὀδύνη γίνεται ἐκ τοῦ στήθεος ἐς τὸ μετάφρενον ὀξέη, καὶ τὸ σίαλον γλίσχρον καὶ πουλὺ, καὶ ἡ φάρυγξ ξηρὴ, καὶ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]