Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

πυρετὸς καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ κέρχνεται ἡ φάρυγξ οἷον ὑπὸ λιπαροῦ· ἔς τε μὲν πεντεκαίδεκα ἡμέρας πάσχει τοιαῦτα· μετὰ δὲ πῦον πτύει, καὶ οἷα ἕλκεος κρότωνας, καὶ αὖθις βὴξ, καὶ ἐῤῥάγη οὖν τὸ αἷμα, καὶ μετὰ τὸ πῦον παχύτερον πτύει, καὶ ὁ πυρετὸς ἰσχυρότερος γίνεται, καὶ τελευτᾷ ἐς πλεύμονα, καὶ καλέεται ῥηγματίας πλεύμονος. Ἢν δὲ μετὰ τὸ πρῶτον αἷμα μὴ πτύσῃ πῦον, παυσάμενον χρὴ ταλαιπωρίης καὶ γυμνασίων ἐπ’ ὄχημα μὴ ἀναβαίνειν, σιτίων ἀπεχόμενον ἁλμυρῶν καὶ λιπαρῶν καὶ πιόνων καὶ λαχάνων δριμέων· καὶ ἐπὴν αὐτὸς ἑωυτοῦ δοκέῃ ἄριστα τοῦ σώματος ἔχειν, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον ἐν μοίρῃ ἑκάτερον· καὶ ἐπὴν τὰ ἕλκεα ὑγιὴς γένηται, ἐνιαυτὸν ἀπεχέσθω θωρηξίων, καὶ μὴ ὑπερπίμπλασθαι, μηδὲ τῇσι χερσὶ ταλαιπωρέειν, μηδὲ ἐπ’ ὄχημα ἀναβαίνειν, ἀλλὰ παχύνειν αὐτὸν ὡς μάλιστα τὸ σῶμα.

54. Ἄορτρα τοῦ πλεύμονος σπασθέντα· ἐπὴν ἄορτρον σπασθῇ τοῦ πλεύμονος, τὸ πτύσμα λεπτὸν πτύει, ἐνίοτε δὲ αἱματῶδες, ἀφρονέει τε καὶ πυρετὸς ἴσχει, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον καὶ τὸ πλευρὸν, καὶ ἢν στραφῇ, βήσσεται καὶ πτάρνυται. Τοῦτον ᾗ ἂν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι προῤῥοφάνειν κενταύριον καὶ δαῦκον, καὶ ἐλελισφάκου φύλλα τρίβων, καὶ μέλι καὶ ὄξος ἐπιχέων καὶ ὕδωρ, διδόναι καταῤῥοφάνειν· καὶ πτισάνης χυλὸν προῤῥοφανέτω, καὶ ἐπιπινέτω οἶνον ὑδαρέα. Ἐπὴν δὲ τῆς ὀδύνης παύσηται, ἐλελίσφασκον κόψας καὶ σήσας, καὶ ὑπερικὸν καὶ ἐρύσιμον λεῖα καὶ ἄλφιτον, ἴσον ἑκάστου, ταῦτ’ ἐπιβαλὼν ἐπὶ οἶνον

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]