Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

κεκρημένον, διδόναι πίνειν νήστει, καὶ ἢν μὴ νῆστις ᾖ, διδόναι δὲ ῥοφάνειν ἔτνος ἄναλτον· ἢν δὲ θάλπος ᾖ, σιτίοισι διαχρῆσθαι ὡς μαλθακωτάτοισιν, ἀνάλτοισι καὶ ἀκνίσοισιν, ἐπὴν ἤδη ἐπιεικέως ἔχη τὸ σῶμα καὶ τὸ στῆθος καὶ τὸ νῶτον. Ἢν δὲ ἀμφότερα σπασθῶσι, βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύεται παχὺ λευκὸν, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας καὶ τὸ πλευρὸν, καὶ καῦμα ἔχει, καὶ καταπίμπλαται. φῴδων, καὶ ξυσμὴ ἔχει, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτε κείμενος οὔτε ἑστηκὼς, ἀλλὰ δυσθενέει. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί· κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ καὶ ταύτας διαφύγῃ, ὑγιάζεται. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι πίνειν μέλι καὶ ὄξος, ῥοφάνειν δὲ χυλὸν πτισάνης, καὶ ἐπιπίνειν οἶνον λευκὸν οἰνώδεα. Ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ῥάκια ἡμιτυβίου, καὶ βάπτων ἐς ὕδωρ ἐπὶ τὰ στήθεα ἐπιτιθέναι καὶ ἐπὶ τὸ νῶτον, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ τὸν χυλὸν ψυχρὸν καὶ ὕδωρ ἐπιπίνειν, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος. Ταῦτα ποιέειν· ἡ δὲ νοῦσος θανατώδης.

55. Ἐρυσίπελας ἐν πλεύμονι· ἢν ἐρυσίπελας ἐν πλεύμονι γένηται, βὴξ ἔχει, καὶ τὸ σίαλον ἀποπτύει πουλὺ καὶ ὑγρὸν, οἷον ἀπὸ βράγχου, ἔστι δὲ οὐχ αἱματῶδες, καὶ ὀδύνη ἴσχει τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰς λαπάρας, καὶ τὰ σπλάγχνα μύζει, καὶ ἐμέει λάπην καὶ οἷον ὄξος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ πυρετὸς καὶ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]