Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

γίνοιτο· ἔστι δὲ οὐ θανατώδης, ἀλλ’ ἀπογηράσκοντας ἀπολείπει. Εἰ δὲ βούλοιο νεώτερον ἐόντα θᾶσσον ἀπαλλάξαι τῆς νούσου, καθήρας αὐτὸν, καῦσον τά τε στήθεα καὶ τὸ μετάφρενον.

56. Νωτιάς· ῥῖγος καὶ πυρετὸς καὶ βὴξ καὶ δύσπνοια λαμβάνει, καὶ τὸ σίαλον πτύει χλωρὸν, ἔστι δ’ ὅτε καὶ ὕφαιμον, καὶ πονέει μάλιστα τὸ μετάφρενον καὶ τοὺς βουβῶνας, καὶ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ οὐρέει αἱματῶδες, καὶ ἀποθνήσκει ἑβδομαῖος· ἐπὴν δὲ τὰς τεσσαρασκαίδεκα ἐκφύγῃ, ὑγιὴς γίνεται· ἐκφυγγάνει δ’ οὐ μάλα. Τούτῳ διδόναι μελίκρητον ἀναζέσας ἐν καινῇ χύτρῃ, ψύχων, σελίνου φλοιὸν ἀποτέγγων ἢ μαράθρου· τοῦτο διδόναι πίνειν, καὶ πτισάνης χυλὸν δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον λευκὸν ὑδαρέα· ᾗ δ’ ἂν ὀδύνη προσίστηται, χλιαίνειν, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πολὺς ἔχῃ· ἐπὴν δὲ αἱ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἀριστίζεσθαι μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ κρέα σκυλακίου ἢ ὀρνίθεια ἑφθὰ ἐσθίειν, καὶ τοῦ ζωμοῦ ῥοφάνειν· σιτίοισι δὲ ὡς ἐλαχίστοισι χρῆσθαι τὰς πρώτας ἡμέρας.

57. Φῦμα ἐν τῷ πλεύμονι· ἐπὴν φῦμα φυῇ ἐν τῷ πλεύμονι, βὴξ ἔχει καὶ ὀρθοπνοίη καὶ ὀδύνη ἐς τὸ στῆθος ὀξέη καὶ ἐς τὰ πλευρὰ, καὶ ἕως μὲν τῶν τεσσαρεσκαίδεκα ἡμερῶν πάσχει· τοῖσι γὰρ πλείστοισι τοσαύτας ἡμέρας μάλιστα φλεγμαίνει τὸ πάθος τοῦ φύματος· καὶ τὴν κεφαλὴν διαλγέει καὶ τὰ βλέφαρα, καὶ ὁρᾷν οὐ δύναται, καὶ τὸ σῶμα ὑπόπυῤῥον γίνεται καὶ φῴδων ἐμπίπλαται. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ μελίκρητον διδόναι πίνειν ὑδαρὲς, καὶ τῆς πτισάνης τὸν χυλὸν ῥοφάνειν, καὶ οἶνον ὑδαρέα ἐπιπίνειν· ἢν δὲ ἡ ὀδύνη πιέζῃ, χλιαίνειν· ἐπὴν δὲ παύσηται, σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι. Ἢν δὲ ἀπηλλαγμένον τῆς νούσου δυσπνοίη λαμβάνῃ,

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]