Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

ἐπὴν πρὸς ὀρθὸν χωρίον ἴῃ ἢ σπεύσῃ πη ἄλλως, φάρμακον διδόναι, ὑφ’ οὗ ἡ κοιλίη ἡ κάτω μὴ κινήσεται· καὶ ἢν ἅμα τῷ ἐμέσματι πῦον ἕπηται, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ ἶνες ἐν αὐτῷ ὕφαιμοι ἔωσιν, ἐκφυγγάνει· ἢν δὲ πελιδνὸν καὶ χλωρὸν καὶ κάκοδμον, ἀποθνήσκει. Καθαίρονται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀφ’ ἧς ἂν ῥαγῇ, πολλοῖσι δὲ καὶ ἐνιαυσίη γίνεται ἡ νοῦσος· ποιέειν δὲ χρὴ τοῦτον ἅπερ τὸν ἔμπυον. Ἢν δὲ μὴ ῥαγῇ, ἐνίοισι γὰρ τῷ χρόνῳ ἀφίσταται ὡς τὸ πλευρὸν καὶ ἐξοιδίσκεται, τοῦτον χρὴ, ἢν τοιοῦτο γένηται, τάμνειν ἢ καίειν.

58. Πλεύμων πλησθείς· ἢν πλησθῇ ὁ πλεύμων, βὴξ ἴσχει καὶ ὀρθοπνοίη καὶ ἆσθμα, καὶ τὴν γλῶσσαν ἐκβάλλει, καὶ πίμπλαται φῴδων, καὶ ξυσμὸς ἔχει, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ κατὰ τὰς ὠμοπλάτας, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτ’ ἀνακείμενος οὔθ’ ἑστηκὼς, ἀλλὰ δυσθενεῖ. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ καὶ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ ταύτας ὑπερεκφύγῃ, ὑγιάζεται. Τοῦτον ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πίνειν διδόναι μέλι καὶ ὄξος ἑφθὸν, καὶ ῥοφάνειν χυλὸν πτισάνης καὶ ἐπιπίνειν οἶνον· ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ψύγματα, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος ταῦτα ποιέειν· ἡ δὲ νοῦσος χαλεπὴ καὶ θαναπώδης.

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]